[ ] Att. — stoich. 57-61 — 405/4 — IG II² 1 Add. (pt. 1.2 p. 655)
1                        Κηφισοφῶν Παιανιεὺς
                           ἐγραμμάτευε.
              Σαμίοις ὅσοι μετὰ το͂ δήμο το͂ Ἀθηναί-
              ων ἐγένοντο.
5 ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Κεκροπὶς ἐπρυτάνευε, Πόλυμνις Εὐωνυμεὺς
ἐγραμμάτευε, Ἀλεξίας ἦρχε, Νικοφῶν Ἀθμονεὺς ἐπεστάτει· γνώμη Κλεσόφο
καὶ συνπρυτάνεων· ἐπαινέσαι τοῖς πρέσβεσι τοῖς Σαμίοις τοῖς τε προτέρο-
ις ἥκοσι καὶ τοῖς νῦν καὶ τῆι βολῆι καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ἄλλοις
Σαμίοις ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοι ποιε͂ν ὅτι δύνανται ἀγαθόν,
10 καὶ τὰ πεπραγμένα αὐτοῖς ὅτι δοκο͂σιν ὀρθῶς ποιῆσαι Ἀθηναίοις καὶ Σαμί-
οις· καὶ ἀντὶ ὧν εὖ πεποιήκασιν Ἀθηναίος καὶ νῦν περὶ πολλο͂ ποιο͂νται καὶ
ἐσηγο͂νται ἀγαθά· δεδόχθαι τῆι βολῆι καὶ τῶι δήμωι, Σαμίος Ἀθηναίος ἐ͂ναι,
πολιτευομένος ὅπως ἂν αὐτοὶ βόλωνται· καὶ ὅπως ταῦτα ἔσται ὡς ἐπιτηδειό-
τατα ἀμφοτέροις, καθάπερ αὐτοὶ λέγοσιν, ἐπειδὰν ἐρήνη γένηται, τότε περὶ
15 τῶν ἄλλων κοινῆι βολεύεσθαι. τοῖς δὲ νόμοις χρῆσθαι τοῖς σφετέροις αὐτῶν
αὐτονόμος ὄντας, καὶ τἆλλα ποιε͂ν κατὰ τὸς ὅρκος καὶ τὰς συνθήκας καθάπερ
ξύνκειται Ἀθηναίοις καὶ Σαμίοις· καὶ περὶ τῶν ἐνκλημάτων ἃ ἂγ γίγνηται
πρὸς ἀλλήλος διδόναι καὶ δέχεσθαι τὰς δίκας κατὰ τὰς συμβολὰς τὰς ὄσας.
[ἐ]ὰν δέ τι ἀναγκαῖογ γίγνηται διὰ τὸν πόλεμον καὶ πρότερον περὶ τῆς πολι-
20 [τ]είας, ὥσπερ αὐτοὶ λέγοσιν οἱ πρέσβες, πρὸς τὰ παρόντα βολευομένος ποιε͂ν
[ἧ]ι ἂν δοκῆι βέλτιστον ἐ͂ναι. περὶ δὲ τῆς ἐρήνης, ἐὰγ γίγνηται, ἐ͂ναι κατὰ ταὐτὰ
[κ]αθ’ ἅπερ Ἀθηναίοις, καὶ τοῖς νῦν οἰκο͂σιν Σάμον· ἐὰν δὲ πολεμε͂ν δέηι, παρασκ-
[ε]υάζεσθαι αὐτὸς ὡς ἂν δύνωνται ἄριστα πράττοντας μετὰ τῶν στρατηγῶν.
[ἐὰ]ν δὲ πρεσβείαν ποι πέμπωσιν Ἀθηναῖοι, συμπέμπεν καὶ τὸς ἐΞάμο {²⁶ἐξ Σάμο}²⁶ παρόντας,
25 [ἐάν] τινα βόλωνται, καὶ συνβολεύεν ὅτι ἂν ἔχωσιν ἀγαθόν. ταῖς δὲ τριήρεσι
[ταῖς] ὄσαις ἐσΣάμωι {²⁶ἐν Σάμωι}²⁶ χρῆσθαι αὐτοῖς δο͂ναι ἐπισκευασαμένοις καθ’ ὅτι ἂν αὐ-
[τοῖς δ]οκῆι· τὰ δὲ ὀνόματα τῶν τριηράρχων, ὧν ἦσαν αὗται αἱ νῆες, ἀπογράψαι
[τὸς πρέσ]βες τῶι γραμματεῖ τῆς βολῆς καὶ τοῖς στρατηγοῖς, καὶ τούτων εἴ πό
[τί ἐστι ὄφλημ]α γεγραμμένον ἐν τῶι δημοσίωι ὡς παρεληφότων τὰς τριήρες,
30 [ἅπαντα ἐξαλειψά]ντων οἱ νεωροὶ ἁπανταχόθεν, τὰ δὲ σκεύη τῶι δημοσίωι ἐσ-
[πραξάντων ὡς τάχιστα κα]ὶ ἐπαναγκασάντων ἀποδο͂ναι τὸς ἔχοντας τούτων
[τι ἐντελῆ. γνώμη Κλεσόφο καὶ] συνπρυτάνεων· τὰ μὲν ἄλλα καθάπερ τῆι βολῆι,
[ἐ͂ναι δὲ πολιτείαν Σαμίων τοῖς ἥ]κοσιν, καθάπερ αὐτοὶ αἰτο͂νται, καὶ νε͂μαι
[αὐτὸς αὐτίκα μάλα τὸς ἄρχοντας ἐς τὰ]ς φυλὰς δέκαχα· καὶ τὴν πορείαν παρα-
35 [σκευάσαι τοῖς πρέσβεσι τὸς στρατηγὸς ὡ]ς τάχιστα καὶ Εὐμάχωι καὶ τοῖς
[ἄλλοις Σαμίοις πᾶσι τοῖς μετὰ Εὐμάχο ἥκοσ]ι ἐπαινέσαι ὡς ὀ͂σιν ἀνδράσιν
[ἀγαθοῖς περὶ τὸς Ἀθηναίος· καλέσαι δ’ Εὔμ]αχον ἐ[πὶ δ]εῖπνον ἐς τὸ πρυτανέον
[ἐς αὔριον. ἀναγράψαι δὲ τὰ ἐψηφισμένα τ]ὸγ γραμμ[ατέα τῆς βο]λῆς μετὰ τῶν
[στρατηγῶν ἐστήληι λιθίνηι καὶ κατα]θε͂ναι ἐς πόλι[ν, τὸς δὲ ἑλλην]οταμίας
40 [δο͂ναι τὸ ἀργύριον· ἀναγράψαι δ’ ἐσΣά]μωι {²⁶ἐν Σάμωι}²⁶ κατὰ ταὐτὰ τέ[λε]σι [τοῖς ἐκέ]νων. vacat
[ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι· Πανδ]ιονὶς ἐπρυτάνευε, Ἀγύρριος Κ[ολλυτ]εὺς
[ἐγραμμάτευε, Εὐκλείδης ἦρχε, Κα]λλίας Ὤαθεν ἐπεστάτει· Κηφισοφῶν [εἶπεν]·
[ἐπαινέσαι τὸς Σαμίος ὅτι ἐσὶν] ἄνδρες ἀγαθοὶ περὶ Ἀθηναίος, καὶ ἅπ[αντα]
[κύρια ἐ͂ναι ἃ πρότερον ὁ δῆμος] ἐψηφίσατο ὁ Ἀθηναίων τῶι δήμωι τῶι Σα[μίων]·
45 [πέμψαι δὲ τὸς Σαμίος ὥσπερ αὐ]τοὶ κελεύοσιν ἐς Λακεδαίμονα ὅντινα [ἂν αὐ]-
[τοὶ βόλωνται· ἐπειδὴ δὲ προ]σδέονται Ἀθηναίων συνπράττεν, προσελέσ[θαι]
[πρέσβες, οὗτοι δὲ συμπρα]ττόντων τοῖς Σαμίοις ὅ τι ἂν ἀγαθὸ[ν καὶ]
[κοινῆι βολευέσθων μετὰ] ἐκένων· ἐπαινο͂σι δὲ Ἀθηναίοι Ἐφεσίος καὶ Νοτᾶς]
[ὅτι προθύμως ἐδέξαντο] Σαμίων τὸς ἔξω ὄντας· προσαγαγε͂ν δὲ τὴν πρεσβεία[ν]
50 [τῶν Σαμίων ἐς τὸν δῆμ]ον χρηματίσασθαι ἐάν το δέωνται· καλέσαι δὲ καὶ ἐπὶ
[δεῖπνον τὴν πρεσβ]είαν τῶν Σαμίων ἐς τὸ πρυτανέον ἐς αὔριον· Κηφισωφῶν
[εἶπε· τὰ μὲν ἄλλα κ]αθάπερ τῆι βολῆι· ἐψηφίσθαι δὲ Ἀθηναίων τῶι δήμωι κύρια
[ἐ͂ναι τὰ ἐψηφισ]μένα πρότερον περὶ Σαμίων καθάπερ ἡ βολῆ προβολεύσασα
[ἐς τὸν δῆμον ἐσ]ήνεγκεν· καλέσαι δὲ τὴν πρεσβείαν τῶν Σαμίων ἐπὶ δεῖπνον
55 [ἐς τὸ πρυτανέ]ον ἐς αὔριον. vacat
[ἔδοξεν τῆι βολῆ]ι καὶ τῶι δήμωι· Ἐρεχθηῒς ἐπρυτάνευεν, Κηφισοφῶν Πα[ια]νιεὺ[ς]
[ἐγραμμάτευε, Εὐκλ]είδης ἦρχε, Πύθων ἐκ Κηδῶν ἐπεστάτει, Εὐ[— — — εἶπεν]·
[ἐπαινέσαι Ποσῆν τὸν] Σάμιον ὅτι ἀνὴρ ἀγαθός ἐστιν περὶ Ἀθηναίος, καὶ ἀνθ’ ὧν
[εὖ πεπόηκε τὸν δῆμον δ]ο͂ναι αὐτ[ῶι τὸν δῆμο]ν δωρειὰν πεντακοσίας δραχμὰς
60 [ἐς κατασκευὴν στεφάνο, οἱ δὲ ταμί]αι δόντων τὸ ἀργύριον· προσαγαγε͂ν δὲ αὐτὸ-
[ν ἐς τὸν δῆμον καὶ εὑρέσθαι πα]ρὰ το͂ δήμο ὅ τι ἂν δύνηται ἀγαθόν· τὸ δὲ βιβλίον
[το͂ ψηφίσματος παραδο͂ναι αὐτ]ῶι τὸγ γραμματέα τῆς βολῆς αὐτίκα μάλα·
[καλέσαι δὲ ἐπὶ ξένια Σαμίος τὸ]ς ἥκοντας ἐς τὸ πρυτανέον ἐς αὔριον. vacat
[․․․․10․․․․ εἶπε· τὰ μὲν ἄλλα καθά]περ τῆι βολῆι, ἐπαινέσαι δὲ Ποσῆν τὸν
65 [Σάμιον καὶ τὸς ὑε͂ς ἐπειδὴ ἄνδρες ἀγ]αθοί ἐσιν περὶ τὸν δῆμον τὸν Ἀθηναίων
[καὶ κύρια ἐ͂ναι τὰ ἐψηφισμένα πρότε]ρον ὑπὸ το͂ δήμο το͂ Ἀθηναίων· καὶ ἀναγρά-
[ψάτω ὁ γραμματεὺς τὸ ψήφισμα ἐστήλ]ηι λιθίνηι, οἱ δὲ ταμίαι παρασχόντων
[τὸ ἀργύριον ἐς ἀναγραφήν. δο͂ναι δὲ Πο]σῆι δωρεὰν τὸν δῆμον χιλίας δραχμὰς
[ἀρετῆς ἕνεκα τῆς πρὸς Ἀθηναίος, ἀπὸ δ]ὲ τῶν χιλίων δραχμῶν στέφανον ποῆσα-
70 [ι καὶ ἐπιγράψαι τούτωι στεφανοῦν αὐ]τὸν τὸν δῆμον ἀνδραγαθίας ἕνεκα καὶ
[ἀρετῆς τῆς ἐς Ἀθηναίος· ἐπαινέσαι δὲ] καὶ Σαμίος ὅτι ἐσὶν ἄνδρες ἀγαθοὶ
[περὶ Ἀθηναίος· ἐὰν δέ το δέωνται παρὰ] το͂ δήμο, προσάγεν αὐτὸς τὸς πρυτάνες
[πρὸς τὸν δῆμον πρώτος ἀεὶ μετὰ τὰ ἱερ]ά· προσαγαγε͂ν δὲ καὶ τὸς ὑε͂ς τὸς Ποσο͂
[τὸς πρυτάνες ἐς τὴν βολὴν ἐς τὴν πρώτ]ην ἕδραν. καλέσαι δὲ κ[αὶ ἐπὶ ξ]ένια vacat
75 [ἐς τὸ πρυτανέον καὶ Ποσῆν καὶ τὸς ὑε͂ς] καὶ Σαμίων τὸς ἐπ[ιδημο͂ντα]ς. vacat
                             vacat 0.037
Search Help
Contact Us