| 1 | Κλεοπάτρας Μένωνος. |
| Πολυστεστάτη χαῖρε, | |
| ἀκλ[εῶ]ς καὶ ἀκρίτως | |
| βιαίωι θανάτωι ἀπο- | |
| 5 | λωλυῖα, ἀναξίως τῆς χρη- |
| στότητος. πλ[α]γεῖσα γὰρ | |
| ὑπὸ σκορπίου ἐν τῶι πρὸς τῶι | |
| ὄρει Θριπιείωι τῆι δεκάτηι | |
| τοῦ Θῶυθ τοῦ (ἔτους) ληʹ | |
| 10 | ὥρας εʹ μετήλλαξε τῆι ιαʹ. |
SB
1:1267