[ ]
Eg. — Psenemphaia (Kōm Truga) — 5 BC — SB 5.8267; Delta I,3.899,2
| 1 | ἀγαθῆι τύχηι· |
| ἔτους κεʹ Καίσαρος, Παχὼν ηʹ· | |
| ἐπὶ τῆς γενηθείσης συναγωγῆς ἐν τῶι Ἀριστίωνος Κλεοπα- | |
| τρείωι γεούχων τῶν ἀπὸ Ψ<ε>ν<ε>μφαίας τοῦ Πτολ<ε>μαίου νομοῦ, | |
| 5 | ὧν ἱερεὺς καὶ προστάτης καὶ κωμάρχης Ἀπολλώνιος Θέωνος, |
| παρόντων τῶν πλείστων· {²vac.}² ἐπειδὴ τοῦ κατακλυσμοῦ γ<ε>νομένου | |
| συνεκύρησεν τὸν οἶκον σὺν τοῖς προσκυροῦσι χρηστηρίοις ἱκανῶς | |
| σαλευθέντα καθαιρεθῆναι, ἐπισυνέβη δὲ καὶ ἐν τῶι μεταξὺ | |
| τὸν ἀρχιιερέα Θέωνα τιμιώτατον ἅπασιν ὄντα εἰς <θ>εοὺς ἀπο- | |
| 10 | χωρῆσαι, πολλήν τε παρεῖχε διατροπὴν τοῖς γεούχοις μὴ ἀνοι- |
| κοδομούμενος ὁ οἶκος, αὐτοί τε ἅπαντες προτρεψάμενοι τοὺς | |
| <δ>οκοῦντας ἐν ἑαυτοῖς εὐθέτους εἶναι τῆς ἀρχιιερωσύνης διά τε | |
| ἀξίαν καὶ τὴν παροῦσαν αὐτοῖς εὐκαιρίαν, ἀποτυχόντες τε καὶ τῆς | |
| ἐπιβολῆς ταύτης μόνον εὕρομεν Ἀπολλώνιον Θέωνος, τὸν τοῦ | |
| 15 | προγεγονότος αρχιιερέως υἱόν, οὐκ ἀντιλέγοντα ἡμῖν ἀλλὰ τοσαύ- |
| την εὔνοιαν <ἐ>νδεικνύμενον καὶ φιλοτιμίαν εἰς τοὺς συνγεώρ- | |
| γους ὥστε καὶ πολλῆς γενομένης σκέψεως περί τε προστάτου | |
| καὶ κωμάρχου <δ>ιὰ τὸ πάντας ἐκκλίνειν χάριν τῆς <δ>απάνης μη- | |
| <δ>ὲ περὶ τούτων αὐτὸν τὸν Ἀπολλώνιον ἀφοκνήσαντα, ἕνεκα | |
| 20 | τοῦ τὴν εὐσχημοσύνην τῶυ συνγεώργων ἀναστῆσαι βούλεσθαι |
| ἐπιδέξασθαί τε ἅμα πάσας τὰς ἀρχάς, τήν τε ἀρχιερωσύνην διὰ βίου | |
| καὶ πρός ἐνιαυτὸν τὰς ἑτέρας ἀρχάς, εἰς τὸ ἅπαντα καταλελυμέ- | |
| να ἐν ὀρθῶι ποῆσαι· {²vac.}² ἔτι δὲ καί, τῶν συνγεώργων κρινάντων δοῦ- | |
| ναι αὐτῶι εἰς τὴν τῶν προκειμένων δαπάνην ἀργυρίου δρα- | |
| 25 | χμὰς πεντακοσίας, {²vac.}² αὐτὸς ἐκ τοῦ ἰδίου ἐν ὀλίγωι χρόνωι καὶ τὸν |
| οἶκον ἀνωικοδόμησε καὶ τὰ χρηστήρια πάντα, ἔτι δὲ καὶ ἐκονί- | |
| ασε τὸν οἶκον ἀξιολόγως καὶ ἔστρωσε στιβάσι διαφόροις, τὴν | |
| ἀπάντων ἀνήλωσιν ἐκ τοῦ ἰδίου παραδεξάμενος, χωρὶς τῶν | |
| ἄλλων δαπανῶν ὧν ἐποήσατο τῆς προστασίας καὶ κωμαρχίας | |
| 30 | ἔν τε τοῖς κατὰ καιρὸν δείπνοις μεγαλομερῶς καὶ μεγαλοψύχως |
| ἀναστραφ<ε>ίς· {²vac.}² ὧν δὴ χάριν, | |
| ἀγαθῆι τύχηι, {²vac.}² ἔδοξε κοινῆι γνώμηι ἀποδεξαμένους τὴν ἐν πᾶσι | |
| τοῦ ἀνδρὸς ἀρετὴν τιμῆσαι αὐτόν, χωρὶς ὧν προέχει τιμῶν, | |
| ἑτέρωι ἀσπιδείωι καὶ τὸν υἱὸν αὐτοῦ Θέωνα ἔτι ἀκμὴν παῖδα | |
| 35 | ὄντα ἀσπιδείωι, καὶ μόνον αὐτὸν συνκατακλίνεσθαι τοῖς συνγε- |
| ώργοις πρὶν ἢ εἰσκριθῆναι εἰς τοὺς ἐφήβους, τόν τε Ἀπολλώνιον | |
| ἄλλωι ἀσπιδείωι, οὗ καὶ τὴν ἀνάθεσιν ποιήσασθαι εἰς τὸ τῶν γεού- | |
| χων Ἀριστίωνος Κλεοπάτρειον, {²vac.}² στεφανοῦσθαί τε αὐτὸν κατὰ δια- | |
| φορὰν ἐξάλλωι στεφάνωι καθ’ ἑκάστην πόσιν, καὶ διπλᾶ μέρη | |
| 40 | δίδοσθαι αὐτῶι, δοῦναί τε αὐτῶι ἐξουσίαν ἐπιγράψαι ἐπὶ τὸ ἐπιστύ- |
| λιον τοῦ οἴκου ὅτι αὐτὸς κατασκεύασεν πάντα παρ’ ἑαυτοῦ τοῖς συν- | |
| γεώργοις, ταῦτά τε ἅπαντα ἐνχαράξαντα εἰς στήλην εἰς μίαν τῶν | |
| παραστάδων τοῦ οἴκου ἐνθεῖναι, ἵνα δι’ αἰῶνο<ς> ἡ ἐν ἅπασι τοῦ Ἀπολ- | |
| λωνίου πρὸς τοὺς συνγεώργους ἀρετή τε καὶ φιλαγαθία καὶ ἀφιλαρ- | |
| 45 | γυρία πρόσδηλος γείνηται καὶ ἡ τῶν εὖ πεπονθότων εὐχάριστος |
| ἀνθομολόγησις· {²vac.}² πάντας τε τοὺς συνγεώργους ἐπάναγκον ὑπο- | |
| γράψαι τοῦ Ἀπολλωνίου τὰ δόγματα ἅπαντα, ὡς τοῦ μὴ ὑπογράψαντος | |
| ἐναντία νοοῦντος τοῖς συνγεώργοις· μηθένι δὲ ἐξέστω ἐπ’ ἀνα- | |
| σκευῆι τῶν δεδογμένων λόγον εἰσηγεῖσθαι, ἢ τὸν τοιοῦτον χω- | |
| 50 | ρὶς τοῦ ἐπιβαλόμενον τὴν ἰδίαν πονηρίαν δεδεῖχθαι ἔτι καὶ |
| ζημιοῦσθαι εἰς τὸν τῆς συνόδου τῶν συνγεώργων λόγον ἀργυρίου | |
| δραχμὰς τρισχιλίας ἀπαραιτήτους· τό τε δόγμα τοῦτο δισσὸν ὑπο- | |
| γραφὲν ἔστω κύριον καὶ βέβαιον, καὶ τὸ μὲν ἓν ἐκδοθήτω τῶι | |
| Ἀπολλωνίωι, τὸ δ’ ἕτερον εἰς τὰ κοινὰ βυβλία τῆς συνόδου καταχω- | |
| 55 | ρισθήτω<ι>. |