[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC — SB 3.6156; Fayoum 2.118
1 [ἄσυλον κατὰ π]ρόσταγμα· ᾧ μὴ πρᾶγ[μα].
[τῶι ἐπιστάτηι] Θεαδελφείας· τῆς δεδ[ομένης τῆι θ]εᾷ
[βασιλίσσ]ηι ἐντεύξεως παρὰ τῶν ἱερέ[ων τοῦ ἐν τῆι] κώ-
[μηι Πν]εφερῶτος θεοῦ μεγάλου μετε[νηνεγμένη]ς δ’
5 [ἐφ’ ἡμᾶς] σὺν τῶι πρὸς αὐτὴν προστεταγ[μένωι, τὸ ἀ]ντί-
[γραφον ὑ]πόκειται· κατακολούθει οὖν [τοῖς προ]στε[τα]γμέ-
[νοις· ἔρρωσο]· (ἔτους) βʹ, Φαμενὼθ γʹ.
[βασιλίσσηι Βερενί]κηι θεᾶι Ἐπιφανεῖ χα[ίρειν]
[οἱ ἱερεῖς τοῦ Πνεφ]ερῶι θεοῦ μεγάλου [κροκοδεί]λου
10 [τοῦ ὄντος ἐν] Θεαδελφείαι τῆ[ς Θεμί]στου μερί-
[δος τοῦ Ἀρσινοΐτου]· τυνχάνομεν ἀδιαλ[είπτως] τάς τε
[θυσίας καὶ σπο]νδὰς καὶ καύσεις λύχνων καὶ τἆλ-
[λα τὰ νομιζό]μενα τοῖς θεοῖς ἐπιτελοῦντες ὑπέρ τε
[σοῦ καὶ τῶν π]ρογόνων· πρ[οαιρ]ούμεν[οι] δὲ τ[ὴν το]ῦ ἱεροῦ
15 [ἀσυλίαν] ἐπικυρωθῆναι, ἵνα τούτου πρὸ[ς αὔξησιν] ἀγο-
μένου πολλῷ μᾶλλον τὰ νομιζόμεν[α τοῖς θ]εοῖς
ὑπέρ σου, καθότι πρόκειται, ἐπιτελῆται, [δεόμε]θα,
καθ’ ἣν ἔχεις πρὸς τὸ θεῖον εὐσέβειαν, π[ρ]ο[στάξ]αι
τὸ [ση]μαινόμενον ἱ[ερ]ὸν καὶ τοὺς προσόντας τό-
20 πους, λιβὸς μὲ[ν] ἐπ’ ἀπηλιώτην πήχεις ἑκατὸν δέ[κ]α
ἑ̣π̣τ̣ά, νότου [δ’ ἐ]πὶ βορρᾶ ἀπὸ τοῦ γειτνιῶντος ἐγ νότου Βου-
β̣α̣[σ]τίου μέχ[ρι τῶν προ]σόντων ἀπὸ βορρᾶ τάφων τῶν ἀποθε̣ι̣-
[ουμέ]νων ἱε[ρῶν ζῴων] εἶναι ἀσύλο[υς κ]αὶ μηδένα καθ’ ὁν-
[τινο]ῦν τ[ρόπον ἐκ τούτω]ν ἀποβιάζε[σθα]ι, τὸν δὲ φ̣α̣ν̣η̣[σό]-
25 [μ]ενον θα[νάτωι ἔνοχον] εἶναι· ὑπὲ[ρ ὧν κ]αὶ γραφῆναι [Δι]οσ[κου]-
[ρί]δηι τῶι συγ[γενεῖ καὶ στ]ρατηγῶι [τοῦ ν]ομοῦ προνοηθῆ-
ναι ὡς διὰ [στήλης τῆς π]ρὸς το[ῖς δε]δηλωμένοις τό-
ποις ἐνοικοδο[μη]θησ[ο]μέν[ης ἐ]ν̣γλυφήσεται ὑπέρ τε
σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δ[ηλ]ουμένου ἱεροῦ καὶ τῶν
30 προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιωμένοις, καθά-
[περ ἐ]πὶ τῶν ὁμο[ίων γ]είνεται· τούτου δὲ γενομένου ἔ-
σται τὸ θεῖον μὴ παρατεθεωρημένον· οὐ δυνάμενοι δὲ
[τ]οῦ ἱεροῦ ἀποσπᾶ[σθα]ι, δεδ[ώκ]αμεν τὴν [περὶ τούτων]
[ἐπ]ιτροπὴν Σοκράτ[ηι τ]ῶι μ[άλιστα] τοῦ [ἱε]ροῦ [διὰ παντὸ]ς
35 [προι]σταμένωι σχ[εθη]σομέν[ωι] τοῦ τῶν ἠ[ξιωμένων]
[ἀποτελέσ]ματος, [ἵν’ ὦ]μεν εὐεργετη[μένοι]·
         [διε]υτύχ[ει].    [Διο]σκουρ[ίδηι· γινέσθω]·
                              [(ἔτους) βʹ, Φαωφὶ ιζʹ].
Search Help