[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 96 BC — OGIS 2.761
| 1 | βασιλεὺς Πτολεμαῖος ὃς καὶ Ἀλέξανδρος. |
| Πτολεμαίου τοῦ συγγενοῦς καὶ διοικητοῦ προσανενέγκαντος ἡμῖν πᾶσι | |
| μὲν τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἔτι ἀ̣πὸ τῶν προγόνων ἡμῶν μείζονα φιλάνθρω- | |
| πα ἐπικεχωρῆσθαι, ἔνια δὲ τῶν ἐπισήμων καὶ ἄσυλα γεγονέναι, τὸ ἐν Ἀ- | |
| 5 | θ[ρίβ]ει τοῦ Ἀρκεντεχθαὶ τὸ μὲν πρῶτον καὶ λόγιμον ἀρχ[α]ιότατόν τε καὶ ἐνδο- |
| ξότατον τῶν πλείστων ὑπάρχον τῶν μὲν ἄλλων τιμῶν τετευχέν{ι}αι {²⁶τετευχέναι}²⁶ λείπ̣[εσ]θ- | |
| αι δὲ ἐν τῷ μὴ εἶναι ἄσυλον, προσ<τε>τάχαμεν ἐπιχωρῆσαι καὶ τούτῳ τῷ ἱερῶι | |
| ἐντὸς αὐτοῦ περιβόλ<ου> τὴν ἀσυλίαν καθάπερ ἐ(στὶ) καὶ τῶι ἐν Μέμφει καὶ Βου- | |
| σίρει καὶ ἑτέροις καὶ τῶν ἄλλων ἱερῶν· γινέσθω οὖν ἀκολούθως. |