[ ]
Eg. — Memphis (Mit Riheina) — 112/11 BC — OGIS 2.737
| 1 | ἔτους ἕκτου· ἐπὶ συναγωγῆς |
| τῆς γενηθείσης ἐν τῶι ἄνω Ἀπολλ[ω]- | |
| νιείωι τοῦ πολιτεύματος καὶ τῶν | |
| ἀπὸ τῆς πόλεως Ἰδουμαίων. | |
| 5 | ἐπεὶ Δωρίων ὁ συγγενὴς καὶ στρατηγὸς |
| καὶ ἱερεὺς τοῦ πλήθους τῶν μαχαιροφόρων | |
| ἐν πολλοῖς εὐεργετηκὼς ἐφαίνετο καὶ κοινῆι | |
| καὶ κατ’ ἰδίαν ἕκαστον, εὐσεβῶς τε διακείμενος | |
| πρὸς τὸ θεῖον προθύμως πεπόηται μετὰ πολλῆς | |
| 10 | καὶ δαψιλοῦς δαπάνης τήν τε καταλιφὴν καὶ |
| κονίασιν τοῦ δηλουμένου ἱεροῦ καθάπερ καὶ | |
| πᾶσι πρόδηλόν ἐστιν· ἔδοξεν τὰς μὲν ἄλλας | |
| ἃς ἔχει τιμὰς μένειν αὐτῶι διὰ βίου· καὶ ἐπὶ | |
| τῶν δὲ ἀεὶ γινομένων θυσιῶν ἀναγορεύ- | |
| 15 | εσθαι αὐτῶι θαλλὸν κατὰ τὸν πάτριον νόμον |
| καὶ ἐπιτάξαι τοῖς ἱερεύσι καὶ ἱεροψάλταις | |
| ἐπὶ τῶν ὕμνων μεμνῆσθαι αὐτοῦ· ἔτι δὲ καὶ | |
| ἐπὶ τῶν τοῦ πολιτεύματος εὐωχιῶν στε- | |
| φανοῦσθαι διὰ παντὸς ἐξάλλωι στεφάνῳ. | |
| 20 | τὸ δὲ ψήφισμα ἐνγράψαντας εἰς στήλην |
| λιθίνην ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι | |
| τοῦ ἱεροῦ τόπωι καὶ μεταδοθῆναι αὐτοῦ ἀντί- | |
| γραφον τῶι Δωρίωνι, ἵν’ εἰδῆι ἣν ἔσχηκεν | |
| πρὸς αὐτὸν ἡ πόλις εὐχάριστον ἀπάντησιν. |