[ ]
Eg. — Philai Isl. — 124-116 BC — OGIS 1.137; Philae 1.19
| A.1 | [βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα] |
| [ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἱερεῦ]- | |
| [σι τῆς ἐν τῶι Ἀβάτωι καὶ ἐν Φίλαις Ἴσιδος καὶ θεῶν] | |
| [Ἀδελφῶν καὶ θε]ῶν Εὐεργετ[ῶν καὶ θεῶν Φιλοπατόρων] | |
| 5 | [καὶ θε]ῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος [καὶ θεοῦ Φιλο]- |
| μήτορος καὶ θεῶν Εὐεργετῶν χαίρειν. τῆ[ς γεγραμ]- | |
| μένης ἐπιστολῆς πρὸς Λόχον τὸν συγγενέα κ̣[αὶ] | |
| στρατηγὸν τὸ ἀντίγραφον ὑποτετάχαμεν. ἐπιχω- | |
| ροῦμεν δὲ ὑμῖν καὶ τὴν ἀνάθεσιν ἧς ἠξιοῦτε στήλης | |
| 10 | π̣ο[ιή]σ̣α̣σθ̣α[ι]. ἔ̣ρ̣ρ[ωσθε, (ἔτους) —ʹ, Πα]ν̣ήμ̣ου βʹ, Παχὼν κβʹ. |
| B.11 | βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεο- |
| πάτρα ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ | |
| [Λό]χωι τῶι ἀδελφῶι χαίρειν· [τῆ]ς̣ δ̣[εδο]μ̣έ̣ν̣η̣ς ἡμ̣ῖν | |
| [ἐντεύξε]ως παρὰ τῶν ἱ[ερέων τῆς ἐν τῶι Ἀβάτ]ωι καὶ ἐ̣ν̣ | |
| 15 | [Φίλ]αις̣ Ἴσιδ̣ος ὑποτετ̣ά̣[χαμέν σοι τὸ] ἀντίγρα[φον]· |
| [κ]αλῶς οὖ̣ν̣ ποιήσης συν[τάξας, καθάπε]ρ̣ ἀξ[ιοῦσι, μηδέ]- | |
| [ν]α ἐνοχλεῖν αὐτοὺς [— — — —c.20-25— — — —] | |
| [— —c.10— —]. ἔρρωσο. | |
| C.19 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι |
| 20 | τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι- |
| κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά- | |
| τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι- | |
| δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται | |
| καὶ θηβάρχαι καὶ βασιλικοὶ γραμματεῖς καὶ ἐπιστάται φυ- | |
| 25 | λακιτῶν καὶ οἱ ἄλλοι πραγ̣ματικοὶ πάντες καὶ αἱ ἀ- |
| κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά- | |
| ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας, | |
| καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ | |
| κινδυνεύειν ἡμᾶς τοῦ μὴ ἔχειν τὰ νομιζόμενα πρὸς τὰς | |
| 30 | γινομένας ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων θυσίας |
| καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν | |
| φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενε<ῖ> καὶ ἐπιστο- | |
| λογράφωι, γράψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς | |
| Θηβαίδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ- | |
| 35 | λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι |
| τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς | |
| ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἧι ἀναγράψομεν | |
| τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν, | |
| ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν | |
| 40 | ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν |
| τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι· | |
| εὐτυχεῖτε. |