[ ] Eg. — Philai Isl. — 149/48 BC — SB 8.9737; Philae 1.12bis
1 [βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι θεοῖς Φιλομήτορσι]
[χαίρειν οἱ ἱερεῖς τοῦ ἐν Φίλαις Μονδουλεύου θεοῦ μεγίστου. ἐπειδὴ]
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — —Ε̣Ι̣Ε̣Ι̣— — — — — — — — — — — — — — — — — —
5 ․ καὶ ἐν τῆι γεν<ε>θείσηι χρείαι, προσ[όδων δεομένων ἡμῶν, τὸν τότε ὄν]-
τα τῶν Αἰθιόπων ἐπάρχοντα Φοι[․․․․․․ παρακαλέσας, ὁ στρα]-
τηγὸς ἐποίησεν ἡμῖν μῆν[α σύνταξιν ἐπιδοθῆναι σίτου μὲν]
ἁρτάβων τριάκοντα, οἴνου κεραμίων [— — — — — — — — — — — — — — — — —]
ἑρίων ὁλκῆς τάλαντα δύο δια[— — — — — — — — — — — — — — — — — — — —]
10 ταξαμένοις, ἵν’ ἔχωμεν εἰς τά[ς τε θυσίας καὶ τὰς σπονδὰς ἐν τῶι τοῦ]
Μονδουλεύου θεοῦ μεγίστου [ἱερῶι καὶ εἰς τἆλλα τὰ νομιζόμενα ἐν τοῖς κατὰ]
Φίλας τόποις ὑπέρ τε σοῦ καὶ [τῆς βασιλίσσης καὶ τῶν τέκνων καὶ τῶν προγό]-
νων σοῦ· νυνὶ δὲ προαιρούμε[νοι τάς τε θυσίας καὶ τὰς σπονδὰς ἀνα]-
νεῶσαι, δεόμεθά σου, εἰ δοκ[εῖ, προστάξαι ․․․․․․․․․․․․ τῶι συγγενεῖ]
15 καὶ ὑπομνηματογράφωι ὅπως Φ[οι․․․․․․ γράψηι, ἵνα διατηρῆι ἡμῖν]
κατὰ μῆνα τὰ προκεί<με>να μηθὲν π[αραλείπων φροντίδος μητ’ εὐνοίας]
καὶ ἵνα ἡμῖν κατακολουθῆι τοῖς ἔτι [πρότερον ἐπικεχωρημένοις ὑπ’ αὐτοῦ]
καὶ νῦν προστεταγμένοις· τού[του δὲ γενομένου, ἐσόμεθα ἡμεῖς τε καὶ]
τὸ ἱερὸν πεφιλανθρωπημένοι. εὐ[τύχει].
20                     ἔτους λγʹ, Μεχ[εὶρ —ʹ].
Search Help
Contact Us