[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 285-246 BC — OGIS 1.51; Milne 18,9284
1 | ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ |
θεοὺς Ἀδελφούς· ἐπειδὴ Λυσίμαχος Πτολεμαίου | |
Σωστράτευς, ὁ ἱππάρχης καὶ πρύτανις διὰ βίου, τήν τε | |
εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς εὔνοιαν | |
5 | καὶ πρότερον μὲν ἔτι καὶ νῦν δὲ διὰ πλειόνων ἀπο- |
δέδεικται, καὶ πρὸς τὸν Διόνυσον καὶ τοὺς ἄλλους | |
θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος τυγχάνει, | |
τοῖς τε τεχνίταις φιλανθρώπως ἅπαντα χρῆται, | |
καὶ κατ’ ἰδίαν ἑκάστου καὶ κατὰ κοινὸν πάντων ἀντι- | |
10 | λαμβάνεται προθύμως καὶ ἐκτενῶν {²⁷ἐκτενῶς Milne}²⁷ ἑαυτὸν συν- |
επιδιδοὺς εἰς τὸ συναύξεσθαι τὸ τεχνίτευμα, | |
καλῶς δ’ ἔχει τοὺς τοιούτους τῶν ἀνδρῶν ἐπι- | |
σημαινομένους τιμᾶν ταῖς πρεπούσαις τιμαῖς, | |
δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν | |
15 | ὧν καὶ τὰ ὀνόματα ὑπογέγραπται, στεφανῶσαι |
Λυσίμαχον κιττοῦ στεφάνωι κατὰ τὰ πάτρια | |
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς | |
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον | |
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας | |
20 | τῆς εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς καὶ τῆς |
εἰς τοὺς τεχνίτας, τύχηι τῆι ἀγαθῆι. ἀναθεῖναι δ’ αὐτ[οῦ] | |
καὶ εἰκόνα γραπτὴν ἐν τῇ προστάδι τοῦ πρυτανείου. | |
ἀναγράψαι δὲ καὶ τὸν γραμματέα τοῦ κοινοῦ | |
Δήμαρχον τὸ ψήφισμα τόδε εἰς στήλην καὶ ἀναθεῖναι | |
25 | πρὸ τοῦ νεὼ τοῦ Διονύσου· τὸ δ’ εἰς ταῦτ’ ἀνάλωμα |
δοῦναι τὸν οἰκονόμον Σωσίβιον. | |
I.27 | Ζώπυρος ὁ πρὸς τοῖς ἱεροῖς τῆς τριετηρίδος καὶ |
ἀμφιετηρίδος καὶ τούτου ἀδελφοί. | |
Διονύσιος | |
30 | Ταυρῖνος |
τραγῳδιῶ {²⁷τραγῳδιῶν Milne}²⁷ ποιηταί | |
Φαίνιππος | |
Διόγνητος | |
κωμωιδιῶν ποιηταί | |
35 | Στραταγὸς |
Μουσαῖος | |
ἐπῶν ποιηταί | |
Δήμαρχος | |
Θεογένης | |
40 | Ἀρτεμίδωρος |
κιθαρῳδός {²⁷κιθαρωιδός Milne}²⁷ | |
Μένιππος | |
κιθαριστής | |
Ἡράκλειτος | |
45 | ὀρχηστής |
Πτολεμαῖος | |
— — — — — | |
II.29 | τραγῳδός |
30 | Μητρόδωρος |
κωμῳδοί {²⁷κωμωιδοί Milne}²⁷ | |
Τελέμαχος | |
Ἀγαθόδωρος | |
Ἀπολλώνιος | |
35 | Ἀσκληπιόδωρος Ἀπολλωνίου |
Ἀπολλώνιος | |
Διόδωρος | |
συναγωνισταὶ τραγικοί | |
Ἀπολλωνίδης Ἀρδῶνος {²⁷Ἄρχωνος Milne}²⁷ | |
40 | Κλεῖτος |
[Π]τολεμαῖος | |
[Ζώ]πυρος | |
[χορ]οδιδάσκαλ[ος] | |
— — — — — | |
45 | — — — — — |
III.29 | αὐλητὴς τραγικὸς |
30 | Θραικίδης |
σαλπικτής | |
Θρασύμαχος | |
σκευοποιός Βάτων | |
πρόξενοι | |
35 | Δημήτριος |
Φαίδιμος | |
Ἀρτεμίδωρος | |
Σπουδί[ας] | |
Διονύσιος | |
40 | φιλοτεχνῖται |
Δημήτριος | |
Στέφανος | |
Λέων | |
Ἀρτεμίδωρος | |
45 | Δημήτριος |
Ἀριστόνους | |
— — — — | |
— — — — |