[ ] Eg. — Koptos (Qift) — 219 AD
1 [ἐπ]ὶ̣ τοῖς εὐτυχεστάτοις καιρ̣[οῖς]
[τ]ο̣ῦ κυρίου ἡμῶν Αὐτοκράτορο[ς]
Μάρκου Αὐρηλίου Ἀντωνείνου
Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ
5 (ἔτους) βʹ, {²vac.}² Μεσορὴ {²vac.}² κʹ, {²vac.}² ἐπὶ
Γεμινίῳ Χρηστῷ ἐπάρχῳ Αἰγύπτου
καὶ Οὐαλερίου Ἀπολ<λ>ιναρίου ἐπιτρό-
που ὄρους, Μ(άρκος) Αὐρήλιος Ἀπολλῶ-
νις β(ενεφικιάριος) τὸν κῆπον ἐκ θεμελίου ἀνῳ-
10 κοδόμησεν καὶ ἐζωγράφησεν σὺν τοῖς
φυτοῖς, ἐποίησεν ἐκ τοῦ ἰδίου
          ἐπ’ ἀγαθῶι.
Search Help
Contact Us