[ ]
Eg. — Tentyris (Dandara) — 1 AD — CIG 3.4715 — SB 5,3 (1950) 8328 — cf. SEG 34.1609
1 | ὑπὲρ Αὐτοκράτορ<ο>ς Καίσαρος, θεοῦ υἱοῦ, Διὸς Ἐλευθε̣ρ̣ί̣ο̣υ̣, Σε̣βαστοῦ ἐπὶ Ποπλίου Ὀκταυίου ἡγεμόνος καὶ |
Μάρκου Κλωδίου Ποστόμου ἐπιστρατήγου, Τρύφωνος στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητροπόλεως | |
καὶ τοῦ νομοῦ τὸ πρόπυλον Ἴσιδι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, ἔτους λαʹ Καίσαρος, Θωὺθ Σεβαστῆι. |