[ ] Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — 232 AD
1              ἀγαθῆι τύχηι.
Αὐτοκράτορι Καίσαρι Μάρκωι Αὐρηλίωι
Σεουήρωι Ἀλεξάνδρωι Εὐσεβεῖ Εὐτυχεῖ
Σεβαστῶι [καὶ Ἰουλίαι Μαμμαία]ι Σεβαστῆι,
5 μητρὶ αὐτοῦ [καὶ τῶ]ν ἀηττήτων
στρατοπέδων, [ὑπὲρ νίκ]ης καὶ αἰωνίου
διαμονῆς αὐτῶν κ̣[αὶ τοῦ σύ]μ̣παντος αὐτῶν οἴκου,
ἐπὶ Μηουίου Ὡνωρ[ατιανο]ῦ, ἐπάρχου Αἰγύπτου,
ἐπιστρατηγοῦντος Σ̣εου[ήρου Ο]ὐ̣ιβίου [Αὐρ]ηλιανο[ῦ],
10 Ἀντινοέων νέων Ἑλλήνων [ἡ βουλ]ή,
πρυτανεύοντος Αὐρηλίου Ὠριγέν[ους]
[το]ῦ καὶ Ἀπολλωνίου, βουλευτοῦ, γυμν[ασιάρχου],
ἐπὶ τῶν στεμμάτων καὶ ὡς χρημα[τίζει]
φυλῆς Ἀθηναίδος,           (ἔτους) ιαʹ Τ[υβὶ —ʹ].
Search Help
Contact Us