[ ] Eg. — Philai Isl. — 85/6 AD
See also:
1 Θεόμνηστος Πτολεμαίου, στρατηγὸς Φιλῶν, ἦλθον
καὶ προσεκύνησα τὴν μυριώνυμον Ἶσιν καὶ τοὺς
ἐν τῶι Ἀβάτῳ θεοὺς καὶ τὸ προσκύνημα ἐποίησα
Ἀπολλωνίου καὶ Διονυσίου, Ἐπιφανείων, τῶν ἐμῶν
5 ἐπιστατῶν, καὶ τῶν τούτων [τ]έκνων καὶ γυναικῶν
καὶ τῶν ἡμετέρων πάντων· (ἔτους) 〚ε̣ʹ Α[ὐτοκράτορ]ο̣ς̣ [Καίσα]-
ος Δομιτια]ν̣ο̣ῦ̣ [Σεβαστοῦ]〛.
Search Help
Contact Us