[ ]
Eg. — London, British Mus. — 210-204 BC — SB 5.8771
| 1 | ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βα- |
| σιλίσσης Ἀρσινόης καὶ Πτολεμαίου | |
| τοῦ υἱοῦ, θεῶν Φιλοπατόρων, τῶν | |
| ἐκ Πτολεμαίου καὶ Βερενίκης θε- | |
| 5 | ῶν Εὐεργετῶν, Ἄρηι Νικηφόρωι Εὐάγρωι |
| Ἀλέξανδρος Συνδαίου Ὀροαννεύς, | |
| ὁ συναποσταλεὶς διάδοχος | |
| Χαριμόρτωι τῶι στρατηγῶι ἐπὶ | |
| τὴν θήραν τῶν ἐλεφάντων, καὶ | |
| 10 | Ἀπόασις Μιορβόλλου Ἐτεννεὺς |
| ἡγεμὼν καὶ οἱ ὑπ’ αὐτὸν τετα- | |
| γμένοι στρατιῶται. |