| 1 | Πολ̣ύ̣φ̣αντος(?) [ὁ] καὶ Τοῦτος, |
| [(ἔτους) —ʹ Γ]α[λ]λιηνοῦ, Μεχεὶρ κζʹ, | |
| [ἐπὶ — —]ρωνίου εὐχαριστήσας τῷ | |
| [Σαράπιδι] καὶ τῇ Ἴσιδι καὶ τῷ Ἀπόλλωνι καὶ | |
| 5 | [τοῖς συν]νάοις θεοῖς πᾶσι ἐποίησα τὸ ἱερὸν |
| [ὑπὲρ] Βερενείκης καὶ τὸ ζῴδιον, καὶ ὀρύξας | |
| [τὸν λάκκον τοῦ ὑδ]ρεύματος ἀπὸ θεμελίου ἐ̣κ̣ [τ]ῶ[ν] | |
| [ἐμῶν κα]μάτων ἀνέθηκα ἐπ’ ἀγαθῷ | |
| σὺν τοῖς τέκνοις καὶ τοῖς σὺν ἐμοὶ ἐργαζομένο[ις], | |
| 10 | καὶ [ἐ]ποίησα φιάλιον ἀργυροῦν παρὰ τῶι θεῷ [Σ]α̣ρ[ά]- |
| [πιδι κ]αὶ παρὰ τῇ κυρίᾳ Ἴσιδι τῇ Σενσκειτηνεῖ. | |
| ὁμοίως φιάλην ἀργυρᾶν (λιτρῶν) βʹ, ταῦτα πάντα ἐκ τῶν ἐμῶν | |
| καμάτων εὐχαριστήσας τῷ Σαράπιδι τῷ Μινί. ἐνώρυξ̣α | |
| τὸν λάκκον μηνὸς Παυνὶ καʹ, καὶ [μην]ὸς Μεχεὶ[ρ] κ̣ζʹ τὸ ἱερὸν ἐποί|ησα. |