OGIS 695
[ ] Eg. — Philai Isl. — 40/1 AD — Philae 2.162; IGRR 1.1311 — SB 5.8419; SEG 37.1640
1 Θεόμνηστος Πτολεμαίου, στρατηγὸς Φιλῶν, ἦλθον
καὶ προσεκύνησα τὴν μυριώνυμον Ἶσιν καὶ τοὺς
ἐν τῶι Ἀβάτῳ θεοὺς καὶ τὸ προσκύνημα ἐποίησα
Ἀπολλωνίου καὶ Διονυσίου, Ἐπιφανείων, τῶν ἐμῶν
5 ἐπιστατῶν, καὶ τῶν τούτων τέκνων καὶ γυναικῶν
καὶ τῶν ἡμετέρων πάντων· (ἔτους) 〚ε̣ʹ [Γ]α[ίου Καίσαρ]ο̣ς̣
[Αὐτοκράτορος Σεβαστοῦ]〛.
Search Help
Contact Us