[ ] Eg. — Tentyris (Dandara) — 1 AD — Portes 25; IGRR 1.1163 — SB 5.8328
1 ὑπὲρ Αὐτοκράτορ(ος) Καίσαρος, θεοῦ υἱοῦ, Διὸς Ἐλευθε̣ρ̣ί̣ο̣υ̣, Σε̣βαστοῦ ἐπὶ Ποπλίου Ὀκταυίου ἡγεμόνος καὶ
Μάρκου Κλωδίου Ποστόμου ἐπιστρατήγου, Τρύφωνος στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητροπόλεως
καὶ τοῦ νομοῦ τὸ πρόπυλον Ἴσιδι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, ἔτους λαʹ Καίσαρος, Θωὺθ Σεβαστῆι.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server