[ ]
Eg. — Tentyris (Dandara) — 1 AD — Portes 25; IGRR 1.1163 — SB 5.8328
1 | ὑπὲρ Αὐτοκράτορ(ος) Καίσαρος, θεοῦ υἱοῦ, Διὸς Ἐλευθε̣ρ̣ί̣ο̣υ̣, Σε̣βαστοῦ ἐπὶ Ποπλίου Ὀκταυίου ἡγεμόνος καὶ |
Μάρκου Κλωδίου Ποστόμου ἐπιστρατήγου, Τρύφωνος στρατηγοῦντος, οἱ ἀπὸ τῆς μητροπόλεως | |
καὶ τοῦ νομοῦ τὸ πρόπυλον Ἴσιδι θεᾶι μεγίστηι καὶ τοῖς συννάοις θεοῖς, ἔτους λαʹ Καίσαρος, Θωὺθ Σεβαστῆι. |