OGIS 200
[ ] Nub. — Taphis (Tafa) [Dodekasch.] — 4th/5th c. AD — SB.3.6949 = 5.8546
1 Ἀειζανᾶς βασιλεὺς Ἀξωμιτῶν κα[ὶ]
Ὁμηριτῶν καὶ τοῦ Ῥαειδᾶν καὶ Αἰθ-
ιόπων καὶ Σαβαειτῶν καὶ τοῦ Σιλεῆ
καὶ τοῦ Τιαμῶ καὶ Βουγαειτῶν κ(αὶ) το[ῦ]
5 Κάσου, βασιλεὺς βασιλέων, υἱὸς θεοῦ
ἀνικήτου Ἄρεως, ἀτακτησάντων
κατὰ καιρὸν τοῦ ἔθνους τῶν Βουγαει-
τῶν ἀπεστίλαμεν τοὺς ἡμετέρους
ἀδελφοὺς Σαϊαζανᾶ κ(αὶ) τὸν Ἀδηφᾶ[ν]
10 τούτους πολεμῆσαι καὶ παραδεδω-
κότων αὐτῶν ὑποτάξαντες αὐτοὺς
ἤγαγον πρὸς ἡμᾶς μετὰ καὶ τῶν θρεμ-
μάτων αὐτῶν, βοῶν τε ͵γριβʹ καὶ προ-
βάτων ͵ϛσκδʹ καὶ κτηνῶν νωτοφόρω[ν χοζʹ],
15 θρέψαντες αὐτοὺς βόεσίν τε καὶ ἐπισιτ[ισ]-
μῷ ἀννών(ης), ποτίζοντες αὐτοὺς ζύτῳ τε
καὶ οἴνῳ καὶ ὑδρεύμασιν πάντας ἰς χορ-
τασίαν, οἵτινες ἦσαν τὸν ἀριθμὸν βασιλ[ί]-
σκοι ἓξ σὺν τῷ ὄχλῳ αὐτῶν τὸν ἀριθμὸν ͵δυκʹ,
20 ἀννωνευόμενοι καθ’ ἑκάστην ἡμέραν ἄρ-
τους σιτίνους μυ(ριάδας) βʹ ͵β, κ(αὶ) οἶνον ἐπὶ μῆνας [τέσσα]-
[ρας], ἄχρεις {²⁶ἄχρις}²⁶ οὗ ἀγάγουσιν αὐτοὺς πρὸς ἡμᾶς. το[ύ]-
[τ]ους οὖν, δωρησάμενοι αὐτοῖς πάντα τὰ ἐπι-
τήδια κ(αὶ) ἀμφιάσαντες αὐτούς, μετοικήσαντ[ες]
25 κατεστήσαμεν ἴς τινα τόπον τῆς ἡμετέρας χ[ώ]-
ρας καλούμενον Μάτλια, κ(αὶ) ἐκελεύσαμεν αὐ-
τούς πάλιν ἀννωνεύεσθαι, παρασχόμενοι
τοῖς ἕξασιν βασιλείσκοις βόας μυ(ριάδας) βʹ ͵<ε>ρμʹ. ὑπὲρ δὲ εὐ-
χαριστίας τοῦ μαι {²⁶με}²⁶ γεννήσαντος ἀνικήτου Ἄρεως
30 ἀνέθηκα αὐτῷ ἀνδριάντα χρυσοῦν [ἕν]α κ(αὶ) ἀργύ-
ραιον {²⁶ἀργύρεον}²⁶ ἕνα κ(αὶ) χαλκοῦς γʹ ἐπ’ ἀγαθῶι.
Search Help
Contact Us