OGIS 130
[ ] Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 143-142? BC — Th.Sy. 303; SB 5.8394
1 ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης
Κλεοπάτρας τῆς ἀδελφῆς, θεῶν Εὐεργετῶν,
καὶ τῶν τέκνων Ἡρώιδης Δημοφῶντος
Βερενικεὺς, ὁ ἀρχισωματοφύλαξ καὶ στρατηγός,
5 καὶ οἱ συνάγοντες ἐν Σήτει τῆι τοῦ Διονύσου
νήσωι βασιλισταὶ ὧν τὰ ὀνόματα ὑπόκειται,
Χνούβει τῶι καὶ Ἄμμωνι, Σάτει τῆι καὶ Ἥραι,
Ἀνούκει τῆι καὶ Ἑστίαι, Πετεμπαμέντει τῶι καὶ
Διονύσωι, Πετενσήτει τῶι καὶ Κρόνωι, Πετενσήνε[ι]
10 τῶι καὶ Ἑρμεῖ, θεοῖς μεγάλοις, καὶ τοῖς ἄλλοις τοῖς
ἐπὶ τοῦ Καταράκτου δαίμοσιν τὴν στήλην κα<ὶ τ>ὰ
πρὸς τὰς θυσίας καὶ σπονδὰς τὰς ἐσομένας
ἐν τῆι συνόδωι κατὰ τὰς πρώτας ἐνάτας τοῦ
μηνὸς ἑκάστου καὶ τὰς ἄλλας ἐπωνύμους ἡμέρας
15 δι’ ἑκάστου εἰσενηνεγμένα χρήματα, v ἐπὶ v
Παπίου τοῦ Ἀμμωνίου προστάτου καὶ
Διονυσίου τοῦ Ἀπολλωνίου ἱερέως τῆς συνόδου·
I.18 Ἡρώιδης Δημοφῶντος,
Ἑρμίας Ἀμμωνίου,
20 Παπίας Ἀμμωνίου,
Διονύσιος Ἀπολλωνίου,
Φιλάμμων Φιλάμμωνος,
Ἀμμώνιος Ἀπολλωνίου,
Πετεαρόηρις Φανούφιος,
25 Δωρίων Ἀπολλωνίου,
Ψένχνουβις Πελαίου,
Πανίσκος Κεφάλωνος,
Ψενπόηρις Πετήσιος,
Πρώταρχος Πρωτάρχου,
30 Πρωτίων Ἡρακλείδου,
Σαραπίων Ἀπολλωνίου,
Διονύσιος Κεφάλωνος,
Πάχνοῦβις Τοτέους,
Πελαίας Πελαίου,
II/III.35 Σαραπίων Ἀμμωνίου, Ἀμμώνιος Ἀπ̣ο̣λ̣λωνίου,
Ἀσκληπιάδης Πτολεμαίου, Ξεινιάδης
                        Ἰτάγου,
Διονύσιος Ἀμμωνίου, Ἁρμόδιος Βασιλείδου,
                     Νησιώτης — — —,
40              Διονύσιος Ἀμμωνίου,
Ἀσκληπιάδης Διονυσίου,
Διονύσιος Σω̣κράτου, Εὐμένης Διονυ(σίου),
Ἀπολλώνιος Ἰτάγου,
Πελαίας Ζμενιχνούβιος.
Search Help
Contact Us