[ ]
Eg. — Satis Isl. (es-Sehel) [First Cataract] — 152-145 BC — Th.Sy. 302; Louvre 14 — SB 5.8878
| 1 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι |
| Κλεοπάτραι τῆι ἀδελ[φῆι, θε]οῖς Φιλομήτορσ[ι], | |
| καὶ τοῖς τούτων τέκνοις καὶ Ἄμμωνι | |
| τῶι καὶ Χνού[βει κ]αὶ [Ἥ]ραι [τῆι κ]αὶ Σάτει, | |
| 5 | καὶ Ἑστίαι [τ]ῆ[ι καὶ] Ἀνούκ[ει] καὶ Διονύσωι |
| τῶι καὶ Πετε̣μπαμέ̣ντει κ[α]ὶ τοῖς ἄλλοις | |
| θεοῖς ὑπὲρ Βοήθου τοῦ Νικοστράτου | |
| Χρυσαορέως, τοῦ ἀρ̣χισωμ̣ατοφύλακος | |
| καὶ στρατηγοῦ καὶ [κτί]στου τῶν ἐν τῆ[ι] | |
| 10 | Τριακοντασχοίνωι πόλεων Φιλομητορίδ[ος] |
| καὶ Κλεοπάτρας, εὐ[ν]οίας ἕνε[κ]εν | |
| ἧς ἔχων διατελ[εῖ] πρ[ός τε τὸν βασιλέα] | |
| καὶ τὴν βασίλισσαν κ[αὶ τὰ τέκνα α]ὐτῶν, | |
| Ἡρώιδης Δημοφῶντος Π̣ε̣ρ̣[γα]μηνὸς | |
| 15 | τῶν διαδό[χω]ν καὶ ἡγεμὼν ἐ[π’ ἀ]νδρῶν |
| καὶ φρούραρχος Συήνης [καὶ γερρ]οφύλαξ | |
| καὶ ἐπὶ τῶν ἄνω τόπων [τεταγμένος] καὶ | |
| προφήτης τοῦ Χν[ούβεως] κ[αὶ ἀρχ]ιστολιστ[ὴ]ς | |
| τῶν ἐν Ἐλεφαντίνηι [καὶ Ἀβάτωι] καὶ Φίλαις | |
| 20 | ἱερῶν καὶ οἱ ἄλλοι [ἱερεῖς τῆς πεν]τ̣αφυλίας |
| τοῦ Χνόμω Νεβιὴβ [καὶ θεῶν Ἀδελφῶν καὶ] | |
| θεῶν Εὐεργετῶν [καὶ θεῶν Φιλο]πατόρων | |
| καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος | |
| καὶ θεῶν Φιλομητόρων, οἱ τὴ[ν] σύνοδον | |
| 25 | συνεσταμένο[ι εἰς τὸ ἐν Σήτει] ἱερό[ν], |
| ὅπως ἄγωσι[ν εἰς τιμὴν Πτολεμαίου τ]ε τοῦ | |
| βασιλέως κα[ὶ] τ[ῆ]ς [β]ασιλίσση[ς] καὶ τῶν | |
| τέκνων αὐτῶν ἐ[νιαυσίας ἑ]ο[ρ]τὰς κα[ὶ] | |
| τὴν γενέθλιον ἡμέραν [τὴν Βοή]θου | |
| 30 | κατὰ τὸν κείμενον [βασιλικ]ὸν νόμο[ν], |
| ὧν τὰ ὀνόματα ὑπ[ογέγραπαι]. |