OGIS 65
[ ] Eg. — Alexandria [E.] — Siuf, nr. Ramleh — ca. 245 BC — Breccia 6,10; SB 5.8861
1 ὑπὲρ βασιλέως Πτολεμαίου
τοῦ Πτολεμαίου καὶ Ἀρσινόης,
θεῶν Ἀδελφῶν, καὶ βασιλίσσης
Βερενίκης τῆς γυναικὸς
5 καὶ ἀδελφῆς τοῦ βασιλέως,
θεῶν Εὐεργετῶν, ∶ {καὶ} θεοῖς
Ἀδελφοῖς <καὶ> Διὶ Ὀλυμπίωι καὶ Διὶ
Συνωμοσίωι τοὺς βωμοὺς
καὶ τὰ τεμένη καὶ τὴν συν-
10 κύρουσαν αὐτοῖς γῆν Κλέων
καὶ Ἀντίπατρος οἱ ἱερεῖς
τοῦ Διός.
Search Help
Contact Us