[ ] Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 374 AD — Lefebvre 64
1 [τ]ο̣ῦ π̣αντ̣[οκ]ρ̣[άτ]ο̣ρ̣ο̣ς̣ θεοῦ θελήσαντος καὶ
τοῦ Χριστοῦ αὐτοῦ ἐπὶ τῆς πανευδαίμονος
βασιλείας τῶν τὰ πάντα νεικώντων δεσποτῶν
ἡμῶν Οὐαλεντινιανοῦ και Οὐάλεντος
5 καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων
ἐν τῇ εὐτυχεστάτῃ αὐτῶν δεκαετηρίδει τετρά-
πυλον ἐπώνυμον τοῦ θειοτάτου βασιλέως ἡμῶν Οὐάλεντος
ἐκ θεμελίων ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου
λαμπροτάτου ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου
10 Παλλαδίου, λογιστεύοντος καὶ ἐπικειμένου
το͂ κτισθέντι τετραπύλῳ Φλαουίου
Κύρου πολειτευομένου, ἐπ’ ἀγαθῷ.
Search Help
Contact Us