[ ]
Eg. — Ptolemaïs Hermiou (El Manshāh) — ca. 246 BC — OGIS 1.51
1 | ἔδοξεν τεχνίταις τοῖς περὶ τὸν Διόνυσον καὶ |
θεοὺς Ἀδελφούς· v ἐπειδὴ Λυσίμαχος Πτολεμαίου | |
Σωστρατεύς, ὁ ἱππάρχης καὶ π̣ρ̣ύ̣τανις διὰ βίου, τήν τε̣ | |
εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς εὔνοιαν | |
5 | καὶ πρότερον μέν, ἔτι καὶ νῦν δὲ διὰ πλειόνων ἀπο- |
δέδεικται καὶ πρὸς τὸν Διόνυσον καὶ τοὺς ἄλλους | |
θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος τυγχάνει | |
τοῖς τε τεχνίταις φιλανθρώπως ἅπαντα χρῆται | |
καὶ κατ’ ἰδίαν ἑκάστου καὶ κατὰ κοινὸν πάντων ἀντι- | |
10 | λαμβάνεται προθύμως καὶ ἐκτενῶς ἑαυτὸν συν- |
επιδιδοὺς εἰς τὸ συναύξεσθαι τὸ τεχνίτευμα, | |
καλῶς δ’ ἔχει τοὺς τοιούτους τῶν ἀνδρῶν ἐπι- | |
σημαινομένους τιμᾶν ταῖς πρεπούσαις τιμαῖς, | |
δεδόχθαι τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν̣, | |
15 | ὧν καὶ τὰ ὀνόματα ὑπογέγραπται, στεφανῶσαι |
Λυσίμαχον κιττοῦ στεφάνωι κατὰ τὰ πάτρια | |
τῇ ιαʹ τοῦ Περιτίου μηνὸς τοῖς Διονυσίοις ἀρετῆς | |
ἕνεκα καὶ εὐσεβείας τῆς εἴς τε βασιλέα Πτολεμαῖον | |
καὶ τὸν Διόνυσον καὶ τοὺς ἄλλους θεοὺς καὶ εὐνοίας | |
20 | τῆς εἰς τὸν βασιλέα καὶ τοὺς τούτου γονεῖς καὶ τῆ[ς] |
εἰς τοὺς τεχνίτας τύχηι τῆι ἀγαθῆι. ἀναθεῖναι δ’ αὐτ[οῦ] | |
καὶ εἰκόνα γραπτὴν ἐν τῇ προστάδι τοῦ πρυτανείο̣υ̣. | |
ἀναγράψαι δὲ καὶ τὸν γραμματέα τοῦ κοινοῦ | |
Δήμαρχον τὸ ψήφισμα τόδε εἰς στήλην καὶ ἀναθεῖναι | |
25 | πρὸ τοῦ νεὼ τοῦ Διονύσου· τὸ δ’ εἰς ταῦτ’ ἀνάλωμα |
δοῦναι τὸν οἰκονόμον Σωσίβιον. | |
a.27 | Ζώπυρος ὁ πρὸς τοῖς ἱεροῖς τῆς τριετηρίδος καὶ |
ἀμφιετηρίδος καὶ τούτου ἀδελφοί· | |
Διονύσιος, | |
30 | Ταυρῖνος· |
τραγῳδιῶν ποιηταί, | |
Φαίνιππος, | |
Διόγνητος· | |
κωμωιδιῶν ποιηταί, | |
35 | Στράταγος, |
Μουσαῖος· | |
ἐπῶν ποιηταί, | |
Δήμαρχος, | |
Θεογένης, | |
40 | Ἀρτεμίδωρος· |
κιθαρωιδός, | |
Μένιππος· | |
κιθαριστής, | |
Ἡράκλειτος· | |
45 | ὀρχηστής, |
Πτολεμα̣[ῖος]· | |
46a | — — — — — |
— — — — — | |
b.47 | τραγῳδός, |
Μητρόδωρος· | |
κωμωιδοί, | |
50 | Τελέμαχος, |
Ἀγαθόδωρος, | |
Ἀπολ[λώνιο]ς, | |
Ἀσκληπιό[δ]ωρος Ἀπολλωνίου, | |
Ἀπο[λλ]ώνιος, | |
55 | Διόδωρος· |
συναγωνισταὶ τραγικοί, | |
Ἀπολλωνίδης Ἄρχωνος, | |
Κλεῖτος, | |
[Π]τολεμαῖος, | |
60 | [Σά]τ̣υρος· |
[χορ]ο̣διδ[ά]σκ[αλος], | |
61a | — — — — — — — — — |
— — — — — — — — — | |
c.62 | αὐλητὴς τραγικό̣[ς], |
Θραικίδης· | |
σαλπικτής {²⁶σαλπιγκτής}²⁶, | |
65 | Θρασύμαχος· |
σκευοποιός, Βάτων· | |
πρόξενοι, | |
Δημήτριος, | |
Φαίδιμος, | |
70 | Ἀρτεμ[ίδωρος], |
Σπουδί[αιος], | |
Διονύσιο[ς]· | |
φιλοτεχνῖται | |
Δημήτριος | |
75 | Στέφανος, |
Λέων, | |
Ἀρτεμίδωρος, | |
Δημήτριος, | |
Ἀριστόνους. |