[ ] Nub. — Talmis (Kalabsha) — end 1st-3rd c. AD — I.Métr. 169
1 πάντοτέ σε ὑμνήσω <Λα>το[ῦ]<ς> <γ>όνε, Π<ύ>θι<ε> Ἄπολλον,
ἀθανάτων προκαθάγεμα κα<ὶ> χρυσόχελ<υ> Παιάν.
καὶ γὰρ ἐγὼ παρὰ σοῖς προθύροις ἦλθον· <ἐ>π<ί>νευσον
κύριε, τὰς πρ̣οκο̣[πά]ς̣ μ’ ἐν στρατιῇ μεγάλα[ς]·
5 ἰ <γ>άρ μοι δοίης· κἀ<γ>ὼ λ<οι>βαῖς ἀποδώσω
οἷα θεῷ μεγάλῳ καὶ Ἴσιδι τῇ βασιλίσσῃ.
σπείσω πάντοτ’ ἐγὼ τοῖς δυσὶ τῶν προκοπῶν.
ἰ δεῖ <ἀνα>γνῶναι καὶ τοὔνομα τοῦ γράψαντος
δὶς̣ τὰς διακοσίας ψή<φ>ισον ἴκ̣ο̣<σι> μίαν.
10 τὸ προσκύνημα τοῦ γράψαντος
καὶ τοῦ ἀναγνόντος σήμερον
παρὰ θεῷ Μάνδουλι.
Search Help
Contact Us