[ ]
Nub. — Talmis (Kalabsha) — end 1st-3rd c. AD — SB 5.8511; I.Métr. 167
| 1 | χρυσοχέλ<υ> Παιάν, Μανδοῦλι, Ἀθηνᾶς ἀγάπημα, εἶ λίαν ἐπίσεμος, |
| Λατοῦς γόνη, χρησμοδέ λυροκτύπ[ε], <Πύ>[θ]ιε Ἄπολλων, | |
| ὁ τὴν μελανόστολον βασιλίσῃ Ἴσειδι Ε․․․ΜΑ· | |
| ἰσαθρήσας δ’ ἐγὼ ἔνθα εἴης, ἱκανῶς προσκυνήσας θεὸ[ν] | |
| 5 | τὸν προκαθήγημα, Μανδοῦλι, καὶ προορο͂ν[τα(?) — — —]· |
| τὴν σὴν μαντοσύνην τίς δ’ ἂν κομίσαι ἐπινεύσα<ι>τω; | |
| ἵλαθί μοι, Μανδοῦλι, Διὸς τέκος, ἠδ’ ἠπίνευσον, | |
| σῶζέ με καὶ κη[δ]ν̣ὴν ἄλοχον καὶ παῖδας ἀρίστους, | |
| κληΐσζω σε πάντοτε, καὶ ἔτας καὶ δμόας πατρίδι ἱκέσθαι | |
| 10 | νόσφιν ἄτερ νόσου καὶ ἄτηρ χαλεποῖ<ο πό>νοιο· |
| λαμπρ<ὰ> [παρεῖα] φέρων καὶ δεξιὸς Ἴσιδι βαίνων. | |
| καὶ γὰρ ἐγὼ τὰς σὰς ἱστορίας μαντοσύνας διαφράσω, μαντ<ί> | |
| [πατ]ρ̣ί̣δι(?) — — — — — — — — — — — — — — — — — — — | |
| — — — — — — — — — — — — — — — — — — — — — — — — — — |