[ ] Eg. — Thebai--Memnonia (El Qurna)[W.] — Colossus of Memnon — 150 AD — Colosse 51 — SB 5.8221 = 8348 SEG 8.726
1                    εὐ̣τ̣υ̣χ̣ῶς
Μ̣αρίῳ̣        (ἑκατοντάρχης)     Γεμ̣έ̣λλ[ῳ].
θῆκέ σε φωνήεντα θεὰ ῥοδο{δο}δάκτυλος {²⁶ῥοδοδάκτυλος}²⁶ Ἠώς,
σὴ μήτειρ, κλυτὲ Μέμνον, ἐελδομένῳ μοι ἀκοῦσαι
5 σῆς φωνῆς· λυκ̣άβαντι περικλυτοῦ Ἀντωνείνου
[δω]δεκάτῳ, καὶ μηνὶ Παχὼν τρισκαίδεκα ἔχοντι
[ἤμα]τα, δὶς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος,
[ἠελίου] λ̣ί̣μνης πε̣ρ̣ι̣καλλέα ῥεῖθρα λιπόντος,
[ὄντα ποτ]ὲ ἀντολίης βασιλῆ̣ά σε θῆκε Κρονείων
10 [οἰκουρὸ]ν πέτρου, φωνὴν δ’ ἀπὸ πέτρου ἔθη̣[κε]·
[ταῦτ’ ἔγραψα] ἔγωγε Γ̣έμελλος̣ ἀμοιβαδὶς ἔνθ̣[α],
[σὺν κεδν]ῇ̣ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσιν̣.
                   εὐτυχῶς
[Ῥου]φίλλῃ [τῇ] καὶ Λονγεινίᾳ.
Search Help
Contact Us