[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 98-100 AD — Milne 29,9265
a.1 ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα
Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ
Ἀσκληπιῶι καὶ Ὑγιείαι τὸν ναὸν
καὶ τὸ τέμενος ἐπεσκεύασεν
5           ἡ πόλις
ἐπὶ Πομπηΐου Πλάντα ἡγεμόνος
ἐπιστρατηγοῦντος Καλπουρνίου Σαβείνου.
b.1 Παιᾶνα κλυτόμητιν ἀείσατε | κοῦροι, Λητοίδην Ἕκατον,
ἱὲ ὦ ἱὲ παιάν, | ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο | μιχθεὶς
ἐν φιλότητι Κορωνίδι τᾶι Φλεγυείαι, | ἰὴ παιάν, Ἀσκληπιόν, |
δαίμονα κλεινότατον, ἱὲ παιάν. | τοῦ δὲ καὶ ἐξεγένοντο
5 Μαχάων | καὶ Ποδαλείριος ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος,
ὦ ἱὲ παιάν, | Αἴγλη τε εὐῶπις Πανάκειά τε, | Ἠπιόνης παῖδες
σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι, | ἰὴ παιάν, Ἀσκληπιέ, | δαῖμον
κλεινότατε, ἱὲ παιάν. | χαῖρέ μοι, ἵλαος δ’ ἐπινείσεο | ἁμετέραν
πόλιν εὐρύχορον, ἱὲ ὦ ἱὲ παιάν, | δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν
10 φάος | ἀελίου δοκίμους σὺν ἀγακλυτῶι εὐαυγεῖ Ὑγιείαι, |
ἰὴ παιάν, Ἀσκληπιέ, | δαῖμον σεμνότατε, ἱὲ παιάν. |
Νείλου δὲ ῥοὰς δώιης, μάκαρ, ἀιδίους | καὶ τᾶιδε πόλει
θάλος ἀμβρόσιον | πάσηι τε ἀγανὸν κλέος Αἰγύπτωι. |
χαῖρέ μοι, ὦ Παιάν, ἐπ’ ἐμαῖς εὔφροσι ταῖσδ’ ἀοιδαῖς, |
15             χαῖρ’ ὦ Πύθι’ Ἄπολλον.
Search Help
Contact Us