[ ] Nub. — Talmis (Kalabsha) — end 1st-3rd c. AD
1 {²acrostich, ll. 1-22:}² Μάξιμος δεκουρίων ἔγραψα.
1 μακάριον ὅτ’ ἔβην ἠρεμίης τόπον ἐσαθρῆσαι,
ἀέρι τὸ ποθεινὸν ψυχῆς πνεῦμ’ ἐπανεῖναι,
ξένα μοι βιοτὴ περὶ φρένα πάντοθεν ἐδονεῖτο,
ἵστορα κακίης ἐμαυτὸν οὐκ ἔχων ἔλεγχον,
5 μύστην τότε κίκλησκε φύσις πόνον γεωργεῖν·
ὁ σοφὸς τότ’ ἐγὼ ποικίλον ἥρμοζον ἀοιδήν,
σεμνὸν ἀπὸ θεῶν κωτίλον ἐπιτυχὼν νόημα.
δῆλον ὅτε θεοῖς ἀρεστὸν ἠργάζετο Μοῦσα,
Ἑλίκωνι χλοῆς ἄνθεμον ἀπετίναξα κῶμον·
10 καὶ τότε μέ τις ὕπνου μυχὸς ἠρέθισε φέρεσθαι,
ὀλίγον ἐπίφοβον φαντασίης ὄναρ τραπῆναι·
ὕπνος δέ με λέ<ξ>ας ταχὺν ἀπεκόμισε φί[λην γ]ῆν·
ῥείθροις ἐδόκουν γὰρ ποταμοῦ σῶμα ἀπο[λο]ύειν,
ἱκανοῖς ἀπὸ Νίλου γλυκεροῦ ὕδασι προσ[η]νῶς·
15 ᾠόμην δὲ σεμνὴν Μουσῶν Καλλιέπειαν
νυ̣[μ]φαῖς ἅμα πάσαις μέσ<σ>ην κῶμον ἀείδειν·
Ἑλλάδος τι κἀγὼ βραχὺ λείψανον νομίζων,
γραπτὸν ἀπὸ σοφῆς ἔπνευσα ψυχῆς μου νόημα·
ῥάβδῳ δέ τις οἷα κατὰ μέλος δέμας δονηθ̣είς,
20 ἀρμογὴν μέλει συνεργὸν ἐπεκάλουν χαράττειν̣,
ψόγον ἀλλοτρίοις ἤθεσιν ἀπολιπὼν ἄδηλον.
ἀρχὴ δέ μ’ ἔκλῃζεν τὸ σοφὸν πόημα λέξαι·
λαμπρὸς τότε Μάνδουλις ἔβη μέγας ἀπ’ Ὀλύμπου,
  θέλγων βαρβαρικὴν λέξιν ἀπ’ Αἰθιόπων,
25 καὶ γλυκερὴν ἔσπευσεν ἐφ’ Ἑλλάδα μοῦσαν ἀεῖσαι,
λαμπρὰ παρεῖα φέρων καὶ δεξιὸς Ἴσιδι βαίνων,
Ῥωμαίων μεγέθει δόξαν ἀγαλλόμενος,
μαντικὰ πυθιόων ἅτε δὴ θεὸς Οὐλύμποιο·
ὡς βίος ἀνθρώποις προορώμενος ἐξέθεν αὐχεῖ,
30 ὡς ἦμαρ καὶ νύξ σε σέβει, ὧραι δ’ ἅμα πᾶσαι,
καὶ καλέουσί σε Βρειθ καὶ Μάνδουλιν συνομαίμους,
ἄστρα θεῶν ἐπ̣ίσημα κατ’ οὐρανὸν ἀντέλλοντα.
καὶ τάδε σοι στείχοντα χαράσσειν μ’ αὐτὸς ἔλεξας
καὶ σοφὰ γράμματα πᾶσιν ἀθωπεύτως ἐσορᾶσθαι.
35 — — — — — — — — — — — — — — — — — — — — — — — —
[εἴκοσι] καὶ δυσ̣ὶ̣ τοῖς πρώτοις γράμμασι πειθόμενος.
Search Help
Contact Us