[ ] Eg. — Panopolis (Akhmīm) — 1st c. AD?
1 τρεῖς γάρ τε Κρόνου εἰμὲν ἀδελφε[οί, οὓς τέκετο Ῥέα, | Ζεὺς κἀγώ],
τρίτατος δ’ Ἀΐδης ἐνέροισιν ἀνάσσει· | τρ[ιχθὰ δὲ πάντα δέδασται],
ἕκαστος δ’ ἔμμορε τιμῆς· | ἧ τοι ἐγὼν ἔλαχ[ον πολιὴν ἅλα ναιέμεν αἰεί], |
παλλομένων, Ἀΐδης δ’ ἔλαχε ζόφον ἠερό[εντα, | Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν]
5 εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν· | γαῖα δ’ ἔτι ξυνὴ π[άντων καὶ μακρὸς Ὄλυμπος]. |
μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορ[θοῦν. | εἴ τις ἔροιτο βρότων τίς]
ἐνέγλαψεν τάδε πέτρῃ, | ἠδὲ τίς ἱδρώσας ἔργ̣[ον τόσον ἐξεπόνησεν, | φράζε]
μάλ’ ἀτρεκέως μιν, ἴν’ ἄσβεστον κλέος εἴη, | [εὐσεβέα Πτολεμαῖον]
ἴδ’ Ἄγριον οὔνομά μ’ ἄ[μφω].
Search Help
Contact Us