[ ] Eg. — Panopolis (Akhmīm) — 1st c. AD? — Milne 48,9267
I κλῦθι Ποσ<ε>ίδαον γαιήοχε κυανοχαῖτα. {²Hom. Od. 9.528}²
1 τρεῖς γάρ τε Κρόνου ε<ἰ>-
μὲν ἀδελφεοί, οὓς τέκε-
το Ῥέα, | Ζεὺς κἀγώ, τρίτα-
το<ς> δ’ Ἀΐδης ἐνέροισιν ἀ-
5 νάσσει· | τριχθὰ δὲ πάν-
τα δέδασται, ἕκαστος
[δ’] ἔμμορε τιμῆς· | ἦ τοι
[ἐγ]ὼν ἔλαχον πολιὴν
[ἅλα] ναιέμεν αἰεί, | παλ-
10 [λομέν]ω̣ν, Ἀΐδης δ’ ἔλα-
[χε ζόφο]ν̣ ἠερ̣ό̣εν̣τα, |
[Ζεὺς δ’ ἔλ]α̣χ’ ο̣ὐ̣ρ̣α̣ν̣[ὸ]ν̣
[εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν]·
[γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς]
15 [Ὄλυμ]π̣ο̣ς̣. | [μηδὲν ἁμαρ]-
[τεῖν] ἐστι θεῶν [καὶ πάντα]
κατορθοῦν. | [εἴ τις ἔρο]-
ιτο βρότων τίς ἐν[έγλαψ]-
εν τάδε πέτρῃ, | ἠδ[ὲ τίς]
20 ἱδρώσας ἔργον τόσ[ον]
ἐξεπόνη<σ>εν, | φράζ[ε]
μάλ’ ἀτρεκέως μιν,
ἵν’ ἄσβεστον κλέος ε[ἴ]-
η, | εὐσεβέα Πτολε-
25 μαῖον ἴδ’ Ἄγριον οὔνο-
μά μ’ ἄμφω.
II Ζεῦ κύδιστε μέγιστε κελα[ινεφὲς αἰθέρι ναίων]. {²Hom. Il. 2.412}²
1 εἷς Καῖσαρ, μέγας Αὐτοκρά-
τωρ, εἷς κοίρανος ἔστω, | εἷς
βασιλεύς, ᾧ ἔδωκε Κρόνου
παῖς ἀγκυλομήτης. |
5 Ζῆνα μέγαν Κρονίδην ὑψί-
ζυγον, ἀργικέρ[αυνον, | αὔω]
ἅμα προφρόν[ως βαρύκτυ]-
πον Ἐννοσίγ[αιον | — — —]
․ΑΙΝΕΦΙΛ— — — — — — — — —
10 ․Ρ̣ΗΝΑ— — — — — — — — — — — |
— — — — — — — — — — — — —
— — — — — — — — — — — — —
[— — — — — — — — Ἀφρ]οδίτην |
[Φοῖβόν τ’(?) Ἀπό]λ̣λωνα καὶ Ἄρτε-
15 [μιν ἰοχέαιρ]αν | Ἡφαίστοιο μέ-
[νος ⏕ —]ν τ’ ἐριούνιον Ἑρμῆν |
[— — — —]ον Δήμητρα φίλην
— — — πουλυβότειραν | δώ-
[δεκα] οὓς σὺν Ζηνὶ θεοὺς μά-
20 [καρας] καλέουσιν. |
[τὰς μ]ὲν ν<ε>ιοφύτους Πτολεμάγρι-
[ος ἐξ]επόνησεν | περσείας πάσας
[π]α̣ισὶν ὁμοῦ καταθείς· | τὰς δὲ
[π]αλαιοφύτους αὔας οὔσας ὑπε-
25 [ρ]ήμων | χώρων κτιστύ̣ι̣ νῦν
σ̣ῶσεν ἀφαυομένας.
III [Ἆρες, Ἆρες βροτολοιγὲ]
μιαιφόνε τ<ε>ιχεσιπλῆτα. {²Hom. Il. 5.31, 455}²
1 εἰμὶ μὲν ἐξ ἱερης στρατιῆς
ὅπλοισιν ἀ<ρ>ωγός, | Καίσαρος
ἐν πολέμοις ἠδ’ Ἄρεος θε-
ράπων· | πολλὰ δ’ ἐν εὐ<σ>ε-
5 βέεσ<σ>ι θεῶν ἔργοις μεμόγηκα̣ |
σώματι καὶ θυμῷ γήραο[ς οὐ]-
κ ἀλέγων. | οὕνεκ’ ἐπαιν[ή]-
σαντες ἐπ’ εὐτάκτοι̣ο̣ [βίοιο(?)] |
[νοῦ̣]ν τε σαοφροσύνη[ν τ’ –⏑⏑
10 –⏑⏑– | — — — — — — — — —
․Ε— — — — — — — — — | — — — —
ΦΟΝΕΝΕ[— — — | Ἄ(?)]γριον ὧδε [— — — ἄμ]-
φω παῖδε δύω — — — | — — — —
Καλλίμαχος ̣ ΕΥ— — — — — |
15 ταῦτα δι’ εὐσεβίην Πτολ[εμά]-
γριος ἐξεπόνησεν | τεύξα̣[ς Οὐ]-
ρανίδαις καὶ μακάρεσσι θε[οῖς] |
πάντ’ ἀπὸ δεξιόφιν
Πανὸς μεγάλου
20 παρὰ σηκὸν | ἐς λ̣ί-
μνας Φοίβου μέ-
χρ’ ἱε[ρ]ὰς ἀφίκῃ.
IV        lacuna
1 Ἄγριος ἱστιάει κατ’ ἔτος
δὶς δῆμον ἅπαντα | Πα-
νὸς ὀρεσσινόμοιο κατ’ εἰ-
λαπί̣νας Φοίβοιο, | ἄνδρε
5 δύ’ ἄρχοντας καλέων
κατὰ ἔθνος ἕκαστον |
[τοῦ τ’ ἔ]θ̣νους ἱερῆας ἑῶ-
[ν μό]χθ̣ων τε συνερ-
[γοὺς] | εἰς ἑκατὸν δὶς Παν-
10 [είοι]ς λυκάβαντος
[ἑκάστου] | ἄ̣κ̣ρ̣ο̣ς̣ ἀνὴ-
[ρ τό τ]ε ἦθος ὑπὲρ δύναμι[ν]
φιλότιμος. | ὅδ’ ἐστὶ βίοτος Ἀγρίοιο καὶ
τ<έ>κ<ν>ων, | φοίνικες εἴσω
15 κεῖν ὁδοῖσι περσεῖαι, | ἠδ’ ᾑ
μὲν ἵππος, δύο σαγηφόροι
δ<ὲ> ὗνοι | πολλῶν καθη-
γητῆρες εὐσεβῶν ἔργων,
ἐξ ὧν ἀεὶ ζώουσι φιλοσο-
20 φῶς λίην | πόνοισι παν-
τοίοισι λειτὰ πρήσσοντε[ς] |
ἄτερθε πλούτου καὶ φθό-
νου κακοζήλου.
Search Help