[ ] Eg. — Paris, Louvre — 2nd/3rd c. AD — SEG 8.797; Louvre 30
1 ἀνδρειὰς μὲν ὅδ’ ἐστὶ Διὸς Σωτῆ-
ρος ἄνακτος, | ὃν θῆκεν πράξας
ἐνθάδε Βησαρίων, | σύν τε φίλοις
τεκέεσσι καὶ αἰδοίῃ παρακοίτι, |
5 νηοῦ ἐν προδόμῳ ἀντίον ἀντο-
λίης, | ἀντ’ εὐεργεσίης, ὅτι μιν φι-
λέων ἐσάωσεν, | σεμνὸν ὁμοῦ
πιστόν τ’ ἄγγελον ἡγεμόνος. |
10 ἐπὶ Θεοδώρου Δημητρίου ἐν-
άρχου γραμματέως βουλῆς καὶ
Ἀσκληπιάδου ἱεροποιοῦ.
ἔτους ιβʹ, Μεχεὶρ ιγʹ.
Search Help
Contact Us