[ ]
Eg. — Hermoupolis Magna (El Ashmūnein) — 2nd c. AD? — GVI 1975
| 1 | τὸν Ἐπιμάχου με παῖδα μὴ παραδράμῃς, |
| ὁδεῖτα, σο̣ιγῇ· μεῖνον, οὐ δυσωδία | |
| παρ’ ἐμοί σε λυπεῖ τῆς ἀηδοῦς κεδρίας· | |
| σταθεὶς ἐπάκουσον ὀλίγον εὐώδους νεκροῦ. | |
| 5 | τῆς γειναμένης ὁ πάππος ἄρξας εὐγενῶς |
| Ἐπίμαχον ἔσχεν υἱὸν οὐκ [ἐ]ψευσμένον | |
| οὐδ’ αὐτὸν εὐθὺς τὸ γένος· ἐπὶ τῶι πατρὶ γὰρ | |
| ἀγορανομίαν ἀπέδωκε τῇ πόλει καλῶς· | |
| οὑμὸς πατήρ ἐσθ’ οὗτος· ἐπίσημος πλέον | |
| 10 | ἱπποτροφῶν ἐγένετο νίκαις μυρίαις. |
| ἔγνως με, ἀνέμνησέν σε τὸ στάδιον ταχύ. | |
| μειράκιον ὄντα, μοῦνα δέ με δώδεκα | |
| ἔτη βιώσαντ’, εὐθέως Ἱ[μαρ]μένης | |
| τέλος πονηρὸν ἢ Θανάτου κοινὸς νόμος | |
| 15 | ἐμάρανε, Βηχὶ χρησάμενος διακόνωι. |
| βλέπε, μὴ δακρύσῃς, φίλτατ’· αὐτὸ τοῦτο γὰρ | |
| μεισῶν ἐκέλευσα μηδὲ τὰς καλουμένας | |
| θρηνητρίας μοι τὸν Φιλερμῆν παραλαβεῖν | |
| εὔνουν ἀδελφὸν ὄντα μοι καὶ γνήσιον, | |
| 20 | οὐ τῆι φύσει μὲν (ἧιπερ ἦν ἀνεψιός), |
| στοργῆι δὲ νικήσαντα καὶ τάξιν πατρός· | |
| τούτωι προσέταξα μή με θρηνεῖν μηδόλως | |
| μηδὲ κατορύξαντ’ αὖθις ἀνορύττειν πάλιν, | |
| μιᾶι δὲ καὶ μόνηι με περιβαλεῖν ταφῆι | |
| 25 | χωρὶς κεδρίας καὶ τῆς δυσώδους ἀποφορᾶς, |
| ἵνα μή με φεύγῃς οἷα τοὺς ἄλλους νεκρούς. | |
| 26a | {²below:}² |
| 27 | εἰ καὶ Μοῖρα πρόμοιρον ἀπήγαγεν εἰς Ἄιδός με, |
| τοῖς νεκρῶν θρήνοις οὐκ ἐπιτερπόμεθα, | |
| οὐδὲ ταφαῖς πολλαῖς καὶ θηλυτέροις ὀλοφυρμοῖς· | |
| 30 | κοινὸς γὰρ πάντων λυσιμελὴς θάνατος. |