[ ] Eg. — Memphis (Mit Riheina) — Saqqāra — 2nd/3rd c. AD
1 στηθί μοι, παροδῖτα, καὶ μάθε τίς πέφυκα σαφῶς·
Βησαρίωνος φίλος υἱὸς Κροκόδειλος τοὔνομα·
ἐβίωσα δ’ ἔτη δύο καὶ εἴκοσι τὰ πάντα.
σῶμα δ’ ἐνὶ τύμβ̣ῳ κεῖται μεγάλῳ ὑπὸ ψάμμῳ,
5 ψυχὴ δέ μου εἰς αἰθέρα ἔμολεν παρὰ Λήθῃ.
πάντας δὲ δεῖ βροτοὺς κοινὸν Ἀείδαν̣ ο̣ἰ̣κ̣ῖ̣σ̣αι.
τοῦτο γὰρ ἐν φθειμένοις κἄν που νέκ̣υας παρῃ-
γορ̣ε̣ῖ̣.
Search Help