[ ]
Eg. — Alexandria (El Iskandariya)? — 1st/2nd c. AD — GVI 1935
| 1 | — — — — — — — —ΙΩΝ ἴχνος, εἰ θέλεις γ̣νῶναι, |
| — — — — — — — — — —ΙϹ τῆιδε λαΐνῃ στήληι. | |
| — — — — — — — — — —, χρηστὸς ἐν φθιτοῖς ἀνήρ, | |
| — — — — — — — — — — λ̣έλοιπεν ἡλίου φέγγος· | |
| 5 | [— — — — — — — — ἐτ]έ̣ων μηδέπω τελειώσας |
| — — — — — — — — —Α̣Ι δεχοκτό, μοῦνος ἀνθρώπων, | |
| [— — — — πάντας] ἀ̣ρετῆι τοὺς ὁμήλικας προὖχεν, | |
| [— — — — — — — δ]ί̣καιος, θεοσεβής, φιλάνθρωπος. | |
| [— — — — — — — — ἑ]τ̣αίρων τὸν τεὸν μόρον κλαίει, | |
| 10 | [— — — — — — —]μὲν ὄχλος οἰκετῶν σὲ δακρύει· |
| [ἐν παν]τ̣ὶ δ’ ἦσθα σεμνός, ὡς δοκεῖν εἶναι | |
| [ἔτ’(?) ὄ]ν̣τα παῖδα τοῖς νοήμασιν πρέσβυν. | |
| [— —]ιον, ποθητὴ μῆτερ, εὔνασον θρῆνον | |
| [π]έ̣νθους τιθηνόν, ὃς μάτην σε πημαίνει. | |
| 15 | οὐδεὶς γὰρ ἐξήλυξε τὸν μίτον Μοιρῶν, |
| οὐ θνητός, οὐκ ἀθάνατος, οὐδ’ ὁ δεσμώτης, | |
| οὐδ’ αὖ τύραννος βασιλικὴν λαχὼν τιμήν | |
| θεσμοὺς ἀτρέπτους διαφυγεῖν ποτ’ ᾠήθη· | |
| Φαέθοντα Τιτὰν οὐκ ἔκλαυσ’, ὅτ’ ἐκ δίφρων | |
| 20 | ἀπ’ οὐρανού κατέπεσεν εἰς πέδον γαίης; |
| Ἑρμῆς δ’ ὁ Μαίας οὐκ ἔκλαυσ’ ἑὸν παῖδα | |
| Μυρτίλον ἀπὸ δίφρων κύμασιν φορούμενον; | |
| οὐδ’ αὖ Θέτις τὸν στεναρὸν ἔστενεν παῖδα, | |
| ὅτ’ ἐκ βελέμνων θνῆσκε τῶν Ἀπόλλωνος; | |
| 25 | ὁ δ’ αὖ βροτῶν τε καὶ θεῶν πάντων ἄναξ |
| Σαρπηδόν’ οὐκ ἔκλαυσεν, οὐκ ἐκώκυσεν; | |
| οὐδ’ αὖ Μακηδὼν ὁ βασιλεὺς Ἀλέξανδρος, | |
| ὃν τίκτεν Ἄμμων θέμενος εἰς ὄφιν μορφήν; |