[ ]
Eg. — Memphis (Mit Riheina) — Saqqāra — 1st/2nd c. AD — GVI 1843
| 1 | στῆθι φίλον παρὰ τύμβον, ὁδοιπόρε. —— τίς με κελεύει; —— |
| φρουρὸς ἐγώ σε λέων. —— αὐτὸς ὁ λαΐνεος; —— | |
| αὐτός. —— φωνήεις πόθεν ἔπλεο; —— δαίμονος αὐδῆι | |
| ἀνδρὸς ὑποχθονίου. —— τίς γὰρ ὅδ’ ἐστὶν ἀνὴρ | |
| 5 | ἀθανάτοισι θεοῖσι τετιμένος, ὥστε δύνασθαι |
| καὶ φωνὴν τεύχειν ὧδε λίθωι βροτέην; —— | |
| Ἡρᾶς Μεμφίτης οὗτος, φίλε, κύδιμος ἥρως, | |
| ὁ σθεναρός, πολλοῖς ἔξοχος, εὐρυβίης, | |
| γνώριμος ἐνδαπίοισι καὶ ἀνδράσι τηλεδαποῖσιν | |
| 10 | εἵνεκ’ εὐφροσύνης, εἵνεκεν ἀγλαΐης, |
| ὠκύμορος, τὸν ἔκλαυσε πόλις, τὸν ἔθαψαν ἑταῖροι· | |
| ἦ γὰρ ἔην πάτρης ἄνθος εὐστεφάνου. —— | |
| δακρύω, μὰ σέ, δαῖμον, ἐπεὶ κλύον, ὅσσ’ ἀγορεύει | |
| θὴρ ὅδε. —— μὴ πηοῖς, ὦ ξένε, δακρυχέοις. —— | |
| 15 | ἔλθοι ἐς αἰῶνα κλυτὸν οὔνομα. —— καὶ σὲ φυλάξει |
| δαίμων καὶ σώσει πάντα Τύχη βίοτον. |