[ ] Eg. — Naukratis (Kōm Giéif) — 2nd/3rd c. AD — GVI 1823
1 οὐχὶ κρόκωι παστός σε διάβροχος, οὐδὲ νυ πεῦ̣κ̣α[ι]
  ἄγαγον ἐς νύμφας ἱμερόπνουν θάλαμον,
κοῦρε μεγαινήτου Χαιρήμονος, Ἡρακλήδη,
  ἀ̣λλὰ σε πρὸς Λάθας ἁνιόχησαν ἕδος.
5 στέρ̣να μετ’ οἰμωγᾶς δὲ τάφου πέλας αἴν’ ἐ̣[τ]ύ̣πη̣σ̣εν
  ἐπλατάγησέ τ’ ἑὰ γηρόκομος γενέτας,
π[ᾶ]σὰ τε σὸν στενάχησε πόλις βαρυκαδέα πότμον·
  καὶ σε μέγ’ Ἑρμείας μύρατ’ ἄναξ ἀ̣[π][γω]ν(?),
[ῥύ]σασθαι λ̣ώβ̣ας δ’ οὐκ ἔσθενεν· [ο]ὐδὲ γὰρ̣ αὐ̣[τὸς]
10   νερτέριον Μοιρῶν νόσφι λέλογχε πάτ̣ον.
Search Help
Contact Us