[ ] Eg. — Cairo Mkt. — late Ptolemaic period — Add. ad p. 183
1 κεῖμαι Τελέσιον, ξεῖνοι,
τάφῳ, οὐχὶ γεραιά, | ἀλλὰ
νέα· μεγάλῃ τε ἰσχύϊ
κεκλιμένη, ἦν | καὶ ἐν ἀ-
5 κμῇ ὅτ’ Ἄτη Μοῖραι τ’ Ἀΐδηι
παρέδωκαν. | ματρὶ δὲ πικρὸν
ἄχος τελέθει καὶ πατρίδι
γαίηι | κεῖμ’ ἀκρίτως δυστη-
νοτάτηι. θρηνεῖτέ με πάν-
10 τες, | θυμὸν ἣ ὄλλυμ’ ἐγώ, δεσ-
μὸν ἐμῆς φιλίης | ἄνδρα λι-
ποῦσ’ Ἀπολλῶν.
Search Help