[ ]
Eg. — Memphis (Mit Riheina) — Saqqāra — 3rd c. BC — SEG 15.876 — Add. ad p. 161
1 | ἔσχατον ὠδίνων βάρος, Ἡδύλη, εἶδες ἐκεῖνο, |
τὴν πικρὴν τέκνου κῆρ[α λο]χευσαμένη. | |
Ἅιδης γάρ σε ἄστοργος ἐχώρισε κα<ὶ> ξυνομεύνου | |
καὶ μητρός, στυγνὴ δ’ εἰς Ἀχέροντ’ ἔμολες, | |
5 | ἐν δεκάσιν τρισσαῖς ἐτέων καὶ πέντ’ ἐνιαυτοῖς |
τέρμα βίου μοίρηι στυγνὸν ἐνεγκαμένη· | |
πλὴν εἰ μή σε ταφα̣ὶ πάτρης Π̣ι̣[σ]ί̣[δ]ισσαν ἔχουσι, | |
ἡ Δανάου δ’ ἱερὴ Μέμφις ἔκρυψε κόνει· | |
ἀλλ’ οὖγ γ’ εὐσ[ε]βέων ναίεις μέτα, πατρὶ σύνοικος | |
10 | Διογένει, τὸν καὶ ζῶσα πάροιθ’ ἐπόθεις. |
Αἰακὲ καὶ Μίνως, τήνδ’ εἰς πόσιν εὐνέτιν ἐσθλήν, | |
Κλειογένη, χὐμεῖς μώμου ἔχοιτε δίχα. |