[ ] Eg. — Apollonopolis Magna (Idfu) — Hassaia — late Ptolemaic period — GVI 1138
1 — — — — — — — — — — — — — — — — — — — — — — — —
[— — — ἄπ]ο̣ινα γονεῖ, ὡς θέμις, εὖ ἔνεμον·
[καλὸν ε]ἰ̣ς γενέτην θέμενοι χρέος, ὦ καλὰ θυμῶι·
  μάρ̣τ̣[υς] ζ̣ωὸς ἐγὼ καὶ παρὰ Φερσεφόνηι·
5 θειόδοτον δῶρον καὶ ἄμεινον τῶι ὑπὸ πα̣ί̣δων
  ταρχυθέντι δόμους εἰς Ἀίδα κατίναι.
καὶ σύ, <ὁ>δεῖθ’, ἅ<μ>α τοῖς χάριτας τείσασι τοκῆι
  ἐσθλὰ ἐπευξάμενος ἕρπε δι’ ἀτραπιτοῦ.
Search Help
Contact Us