[ ] Eg. — Cairo Mkt. — mid-3rd c. BC? — SEG 15.877
1 οὔνομά μοι Μενέλαος,
ὁδοιπόρε, πατρὶ δὲ Δῶρος· |
ναυτικὸς εὐγήρως δὲ
εἰς Ἀίδην ἔμολον. | ἐκτέ-
5 ρισαν δὲ τέκνων με φίλαι
χέρες, ὧν χάριν ἔσχον | Ἠι-
ελίῳ, γλυκερὰς τάσδε λα-
βὼν χάριτας. | ἀλλὰ τὸν
ἐν πᾶσιν λόγον, ὦ ξένε,
10 καὶ με προσείπας | "χαί-
ρειν τὸν κατὰ γ[ῆ]ς" διπλ<ό>α
ταῦτα λάχοις.
Search Help
Contact Us