[ ] Eg. — Abydos: Memnonion — late Rom. Imp. period
1 τὸ προσκύνημα Ἀσπιδᾶ τοῦ πυθιονικοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ καὶ
τῶν τέκνων αὐτῶν καὶ Μύρωνος καὶ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν τέκ-
νων αὐτῶν καὶ πάντων τῶν φιλούντων αὐτὸν ἐκ ψυχῆς φίλων κατ’
ὄνομα καὶ τοῦ ἀναγινώσκοντος εἰς τὸν ἀεὶ χρόνον γένοιτο παρὰ τῷ
5 κυρίῳ Βησᾷ καὶ τοῖς ἄλλοις θεοῖς.
Search Help
Contact Us