[ ] Eg. — Euhemeria (Qasr el-Banat) — 69/8 BC — SB 3.6155
See also:
1 ἄσυλον κατὰ τὰ προστεταγμένα.
βασιλεῖ Πτολεμαίωι θεῶι Φιλοπάτορι καὶ
Φιλαδέλφωι χαίρειν Διονυσόδωρος
Ἀθηνοδώρου Ἀθηναῖος· ὑπάρχει{ν} ἐν Εὐ-
5 ημερίαι τοῦ Ἀρσινοΐτου ἱερὸν Ἄμμωνος
καὶ τῶν συννάων θεῶν συμπεπτωκὸς
καὶ τοῖς ὅλοις ἐξηρημωμένον. βούλομαι
ἐπ’ αὐξήσει τῶν τοῖς θεοῖς ἀνηκόντων
ἀνοικοδομῆσαι τοῦτο τοῖς ἰδίοις ἀνηλώ-
10 μασι καὶ ἐπιγράψαι ὑπέρ σου, δέσποτα
βασιλεῦ, ὅπως αἵ τε [θ]υσίαι καὶ αἱ [σπ]ονδα[ὶ]
ἐπιτελῶνται, κτ[ι]σθέντος τοῦ σημαι-
νομένου ἱεροῦ ὑπέρ τε σοῦ καὶ τῶν προ-
γόνω[ν σ]οῦ, μενούσης καὶ τῆς παρὰ
15 τῶν πλησίων ἱερῶν συνκεχ[ω]ρ̣ημένης
ἀσυλίας, μηδενὸς εἰσβ̣[ιαζο]μένου,
μηδ’ ἐκσπᾶν τοὺς ἐν τῶ̣ι̣ [ἱερῶι] κ̣α̣ὶ̣
παστοφόρους καὶ τοὺς ἄ̣λ̣λ̣ο̣υ̣ς̣
τοὺς κα̣τα̣φεύγοντ̣ας̣ καθ’ ὁνδηπο-
20 τοῦν τρόπον· δέομαι σ̣οῦ τοῦ νικη-
φόρου θεοῦ, εἰ δ[οκ]εῖ, ἀβ[λαβ]οῦς τοῦ
πράγματος ὑ[π][ρ]χοντος, [καθ’ ἣν]
ἔχεις πρὸς τὸ θεῖον εὐ[σέβ]ει[αν], π̣ροσ-
τάξαι Θήριδι τῶι συγγενεῖ καὶ ὑ[π]ομνη-
25 ματογράφωι, ὅπως γράψῃ τῶ[ι] τ[ο]ῦ νομοῦ
στρατηγῶι καὶ οἷς καθήκ[ει, ε]ἰδὼ<ς>
πο[ιού]μ̣ενον τὰ τῆς ἀναν̣[εώσεω]ς,
προν[ο]ηθῆναι ὡς Μ̣ΕΤ̣ΑΤ․․Λ̣․ ἀσυ-
λίας τόπον, ἣ ἐνκ[ολαφθ][τω ἐν τ]ῆι
30 ὑπ’ ἐμοῦ στήληι ἀνατε[θείσηι]
περιέχουσα τῆς ἐντε[ύ]ξεως
καὶ τ<οῦ> {⁴τῆς}⁴ πρὸς αὐτὴν χρηματισμοῦ
τὸ ἀντίγραφον· τούτου δὲ γενο-
μένου ἔσομαι εὐεργετημένος·
35       διευτύχει.
      (ἔτους) ιγʹ · Θήριδος · γεινέσθω.
ἔγραψε Πτολεμαῖος Διδύμου
         κοινὸς γραμματεύς.
Search Help