[ ]
Eg. — Euhemeria (Qasr el-Banat) — 79 BC
| 1 | ὑπὲρ βασιλέως Πτολε- |
| μαίου θεοῦ Φιλοπάτο- | |
| ρος καὶ Φιλαδέ̣λ̣φου, | |
| τόπος συνόδου γεωργῶν | |
| 5 | ἰδίων, Ἀπ̣[ολ]λ̣ωνίου̣ κ̣ωμ̣ο- |
| γραμματέως καὶ Διδύ̣μ̣ου̣ | |
| τοῦ υἱοῦ καὶ Ἰσιδώρου ἀ̣δελ- | |
| φοῦ, ὧν ἐπιμελητὴς̣ Ἀφροδί- | |
| σ̣ιος Κεφαλᾶτος καὶ Παοῦς | |
| 10 | διαδεχόμενος τὴν εὐχήν· |
| (ἔτους) βʹ, Φαρμοῦθι ιβʹ. |