[ ] Eg. — Soknopaiou Nesos (Dimai) — 97/6 BC — SB 5.8886
1 ὑπὲρ βασιλέως Πτολε-
μαίου τοῦ καὶ Ἀλεξάν-
δρου, θεοῦ Φιλομήτορος,
Ἀπολλώνιος Ἰσχυρίωνος
5 γραμματεύων Πανταλέ-
οντι τῶν ὁμοτίμων τοῖς
συγγενέσι καὶ οἰκονό-
μωι σιτικῶν τῆς Ἡρακλεί-
δου μερίδος τὸ ιηʹ (ἔτος)
10 κατηρτίσατο δίδοσθαι
παρά τε ἑαυτοῦ καὶ τῶν
διὰ τῆς μερίδος ἀσχο-
λουμένων ὑπ’ αὐτοὺς
καὶ εἰς τὸν μετέπειτα
15 χρόνον κατ’ ἔτος πυροῦ
ἀρτάβας ρπβʹ (ἥσισυ), ὁ καὶ κα-
τήρξατο ἀπὸ νουμηνίας
τοῦ Θωὺθ τοῦ ιθʹ (ἔτους) εἰς τὸ
ἀρτοκόπιν Σοκνοπαίωι καὶ
20 Νεφερσῆι θεοῖς μεγίστοις.
Search Help