SEG 35:887
[ ] Delos — shortly after 108/7 BC — E. Will, EAD XXXV (1985) 101
1 ἀγαθεῖ τύχει τοῦ δήμου
τοῦ Ἀθηναίων Νικόστρα-
τος Δημαρέτου Λαμ-
πτρεὺς ἱερεὺς γενόμε-
5 νος ἐν τῶι ἐπὶ Δημοχάρους
ἄρχοντος ἐνιαυτῶι κα[ὶ]
οἱ θεραπευταὶ ὧν τὰ ὀνό-
ματα ἀναγέγραπται ὑπὲρ
τοῦ δήμου τοῦ Ἀθηναίων
10 καὶ τοῦ δήμου τοῦ Ῥωμαίων
τὸ ἀνάλημμα Ἁγνῆι
Ἀφροδίτηι χαριστήριον.
Search Help
Contact Us