| 1 | Δημήτριος Δημητρίου Ἀντιοχεὺς |
| καὶ Ἑρμιόνη Δημητρίου | |
| Ἀντιόχισσα | |
| τὸν ναὸν καὶ τὰ ἀγάλματα | |
| 5 | ὑπὲρ τοῦ δήμου τοῦ Ἀθηναίων |
| καὶ ἑαυτῶν καὶ τῶν τέκνων Διὶ | |
| Ἀδάδωι καὶ Ἁγνεῖ θεῶι Ἀφροδίτει | |
| χαριστήριον, ἐφ’ ἱερέως Δημοκράτους | |
| τοῦ Δημητρίου Ἀλωπεκῆθεν, | |
| 10 | ζακορεύοντος μὲν Ῥόθου, |
| δημοσίου δὲ Λάκωνος |
SEG
31:731