[ ]
Delos — 1st c. BC — BCH 86 (1962) 18-23
1 | δά[κρυσον κού]ραν Ἑρμαφίλου Ἀντιόχισσαν |
Μο․c.6․․ δυσπενθῆ μοῖραν ἐνεγκαμέναν, | |
τόν [τ’ ἀπὸ Φοιν]ίκης Θεόδωρον Λαοδικεῖα | |
δάκρ[υσο]ν, γεν<έ>ται ταὐτὸν ἔχοντα ὄνομα, | |
5 | ἄλλο[υς] τε ἀνθρακιῆς ὁπόσους μία μοῖρ’ ἐκάλυψεν |
Ἀΐδεω, τρισσὰς εἰς ἀριθμὸν δεκάδας· | |
οὓς φλὸξ τυφομένη πυρὸς ὤλεσε, τ<α>ῖς δὲ καμούσαις | |
κοινὸν ἀποφθιμένων τοῦτο καταγλάϊσεν | |
σῆμα Μέγης Φοῖνιξ Διονυσίου· ἀλλὰ τὸ χαίρειν | |
10 | [τοὺς] κατὰ γῆς εἰπὼν δὶς τόσον αὐτὸς ἔχοις. |