[ ]
Delos — Rheneia — ID 2532,I
1 | [ἐπικ]αλοῦ[μαι καὶ ἀξιῶ τὸν θεὸν τὸν ὕ]- |
[ψ]ιστον [τὸν κύριον] τῶν [πνευμάτων] | |
[κ]αὶ πάσ[ης σαρκὸ]ς ἐπὶ τοὺς δ[όλωι] | |
φον[έυσαντα]ς ἢ φαρμακεύσαν- | |
5 | τα[ς τὴν ταλα]ίπωρον ἄωρον Μαρ- |
θίν[ην ἐγχέαν]τας αὐτῆς τὸ ἀναίτι- | |
ον αἷμ[α ἀδίκω]ς, <ἵ>να οὕτως γένηται | |
τοῖς φον[εύσα]σιν αὐτὴν ἤ φαρμακεύ- | |
σασιν καὶ τοῖς τέκνοις αὐτῶν, Κύριε | |
10 | ὁ πάντα ἐ[φ]ορῶν καὶ οἱ ἄνγελοι θεοῦ, ὧι |
πᾶσα ψυχὴ ἐν τῆι σήμερον ἡμέραι τα- | |
πεινοῦται μεθ’ ἱκετείας, ἵνα ἐκδικήσῃς | |
τὸ αἷμα τὸ ἀναίτιον καὶ τὴν ταχίστην. |