[ ] Delos — Rheneia — ca. 150-100 BC — GVI 128
1 πέτρης εἰναλίοιο λαχοῦσ’ εὐήνεμον ἀκτὴν
κεῖμαι ναυτιλίης πόλλον ὁρῶσα πλόον
Ἰσιὰς ἡ φιλόεργος, ἐρημαίῃ δ’ ἐπὶ χώρηι
ἄψυχος κεῖμαι, δισσὰ λιποῦσα τέκνα
5 νήπια καὶ συνόμευνον, ἐνὶ ζωοῖσι μεγίσταν
ἐξ ἔργων φήμαν οἴκῳ ἐρεισαμένα.
χαίρετε, καὶ θείης ὑπὸ φροντίδος οἶκος ἄθραυστος
μείναι ἀεὶ καὶ ἐμῆς εἵνεκεν εὐσεβίης.
Search Help
Contact Us